Axial Commons

Platonism

Symposium

tr. Benjamin Jowett (1892) · published 1892, before 1930 · source

Symposium (Jowett) ¶53 [St. 196a-196c]

the flowers; for he dwells not amid bloomless or fading beauties, whether of body or soul or aught else, but in the place of flowers and scents, there he sits and abides. Concerning the beauty of the god I have said enough; and yet there remains much more which I might say. Of his virtue I have now to speak: his greatest glory is that he can neither do nor suffer wrong to or from any god or any man; for he suffers not by force if he suffers; force comes not near him, neither when he acts does he act by force. For all men in all things serve him of their own free will, and where there is voluntary agreement, there, as the laws which are the lords of the city say, is justice. And not only is he just but exceedingly temperate, for Temperance is the acknowledged ruler of the pleasures and desires, and no pleasure ever masters Love; he is their master and they are his servants; and if he conquers them he must be temperate indeed. As to courage, even the God of War is no match for him; he is the captive and Love is the lord, for love, the love of Aphrodite, masters him, as the tale runs; and the master is stronger

Greek · ed. Burnetεἶναι. νεώτατος μὲν δή ἐστι καὶ ἁπαλώτατος, πρὸς δὲ τούτοις ὑγρὸς τὸ εἶδος. οὐ γὰρ ἂν οἷός τʼ ἦν πάντῃ περιπτύσσεσθαι οὐδὲ διὰ πάσης ψυχῆς καὶ εἰσιὼν τὸ πρῶτον λανθάνειν καὶ ἐξιών, εἰ σκληρὸς ἦν. συμμέτρου δὲ καὶ ὑγρᾶς ἰδέας μέγα τεκμήριον ἡ εὐσχημοσύνη, ὃ δὴ διαφερόντως ἐκ πάντων ὁμολογουμένως Ἔρως ἔχει· ἀσχημοσύνῃ γὰρ καὶ Ἔρωτι πρὸς ἀλλήλους ἀεὶ πόλεμος. χρόας δὲ κάλλος ἡ κατʼ ἄνθη δίαιτα τοῦ θεοῦ σημαίνει· ἀνανθεῖ γὰρ
Greek · ed. Burnetκαὶ ἀπηνθηκότι καὶ σώματι καὶ ψυχῇ καὶ ἄλλῳ ὁτῳοῦν οὐκ ἐνίζει Ἔρως, οὗ δʼ ἂν εὐανθής τε καὶ εὐώδης τόπος ᾖ, ἐνταῦθα δὲ καὶ ἵζει καὶ μένει. περὶ μὲν οὖν κάλλους τοῦ θεοῦ καὶ ταῦτα ἱκανὰ καὶ ἔτι πολλὰ λείπεται, περὶ δὲ ἀρετῆς Ἔρωτος μετὰ ταῦτα λεκτέον, τὸ μὲν μέγιστον ὅτι Ἔρως οὔτʼ ἀδικεῖ οὔτʼ ἀδικεῖται οὔτε ὑπὸ θεοῦ οὔτε θεόν, οὔτε ὑπʼ ἀνθρώπου οὔτε ἄνθρωπον. οὔτε γὰρ αὐτὸς βίᾳ πάσχει, εἴ τι πάσχει—βία γὰρ Ἔρωτος οὐχ
Greek · ed. Burnetἅπτεται· οὔτε ποιῶν ποιεῖ—πᾶς γὰρ ἑκὼν Ἔρωτι πᾶν ὑπηρετεῖ, ἃ δʼ ἂν ἑκὼν ἑκόντι ὁμολογήσῃ, φασὶν οἱ πόλεως βασιλῆς νόμοι δίκαια εἶναι. πρὸς δὲ τῇ δικαιοσύνῃ σωφροσύνης πλείστης μετέχει. εἶναι γὰρ ὁμολογεῖται σωφροσύνη τὸ κρατεῖν ἡδονῶν καὶ ἐπιθυμιῶν, Ἔρωτος δὲ μηδεμίαν ἡδονὴν κρείττω εἶναι· εἰ δὲ ἥττους, κρατοῖντʼ ἂν ὑπὸ Ἔρωτος, ὁ δὲ κρατοῖ, κρατῶν δὲ ἡδονῶν καὶ ἐπιθυμιῶν ὁ Ἔρως διαφερόντως ἂν σωφρονοῖ. καὶ μὴν εἴς γε ἀνδρείαν Ἔρωτι
Symposium (Jowett) ¶54 [St. 196d-197a]

than the servant. And if he conquers the bravest of all others, he must be himself the bravest. Of his courage and justice and temperance I have spoken, but I have yet to speak of his wisdom; and according to the measure of my ability I must try to do my best. In the first place he is a poet (and here, like Eryximachus, I magnify my art), and he is also the source of poesy in others, which he could not be if he were not himself a poet. And at the touch of him every one becomes a poet, even though he had no music in him before (A fragment of the Sthenoaoea of Euripides.); this also is a proof that Love is a good poet and accomplished in all the fine arts; for no one can give to another that which he has not himself, or teach that of which he has no knowledge. Who will deny that the creation of the animals is his doing? Are they not all the works of his wisdom, born and begotten of him? And as to the artists, do we not know that he only of them whom love inspires has the light of fame? - he whom Love touches not walks in darkness. The arts of medicine and archery and divination

Greek · ed. Burnetοὐδʼ Ἄρης ἀνθίσταται. οὐ γὰρ ἔχει ἔρωτα Ἄρης, ἀλλʼ Ἔρως Ἄρη—Ἀφροδίτης, ὡς λόγος—κρείττων δὲ ὁ ἔχων τοῦ ἐχομένου· τοῦ δʼ ἀνδρειοτάτου τῶν ἄλλων κρατῶν πάντων ἂν ἀνδρειότατος εἴη. περὶ μὲν οὖν δικαιοσύνης καὶ σωφροσύνης καὶ ἀνδρείας τοῦ θεοῦ εἴρηται, περὶ δὲ σοφίας λείπεται· ὅσον οὖν δυνατόν, πειρατέον μὴ ἐλλείπειν. καὶ πρῶτον μέν, ἵνʼ αὖ καὶ ἐγὼ τὴν ἡμετέραν τέχνην τιμήσω ὥσπερ Ἐρυξίμαχος
Greek · ed. Burnetτὴν αὑτοῦ, ποιητὴς ὁ θεὸς σοφὸς οὕτως ὥστε καὶ ἄλλον ποιῆσαι· πᾶς γοῦν ποιητὴς γίγνεται, κἂν ἄμουσος ᾖ τὸ πρίν, οὗ ἂν Ἔρως ἅψηται. ᾧ δὴ πρέπει ἡμᾶς μαρτυρίῳ χρῆσθαι, ὅτι ποιητὴς ὁ Ἔρως ἀγαθὸς ἐν κεφαλαίῳ πᾶσαν ποίησιν τὴν κατὰ μουσικήν· ἃ γάρ τις ἢ μὴ ἔχει ἢ μὴ οἶδεν, οὔτʼ ἂν ἑτέρῳ δοίη οὔτʼ ἂν ἄλλον διδάξειεν. καὶ
Greek · ed. Burnetμὲν δὴ τήν γε τῶν ζῴων ποίησιν πάντων τίς ἐναντιώσεται μὴ οὐχὶ Ἔρωτος εἶναι σοφίαν, ᾗ γίγνεταί τε καὶ φύεται πάντα τὰ ζῷα; ἀλλὰ τὴν τῶν τεχνῶν δημιουργίαν οὐκ ἴσμεν, ὅτι οὗ μὲν ἂν ὁ θεὸς οὗτος διδάσκαλος γένηται, ἐλλόγιμος καὶ φανὸς ἀπέβη, οὗ δʼ ἂν Ἔρως μὴ ἐφάψηται, σκοτεινός; τοξικήν γε μὴν καὶ ἰατρικὴν καὶ μαντικὴν Ἀπόλλων ἀνηῦρεν ἐπιθυμίας καὶ ἔρωτος ἡγεμονεύσαντος,
Symposium (Jowett) ¶55 [St. 197b-197c]

were discovered by Apollo, under the guidance of love and desire; so that he too is a disciple of Love. Also the melody of the Muses, the metallurgy of Hephaestus, the weaving of Athene, the empire of Zeus over gods and men, are all due to Love, who was the inventor of them. And so Love set in order the empire of the gods - the love of beauty, as is evident, for with deformity Love has no concern. In the days of old, as I began by saying, dreadful deeds were done among the gods, for they were ruled by Necessity; but now since the birth of Love, and from the Love of the beautiful, has sprung every good in heaven and earth. Therefore, Phaedrus, I say of Love that he is the fairest and best in himself, and the cause of what is fairest and best in all other things. And there comes into my mind a line of poetry in which he is said to be the god who

Greek · ed. Burnetὥστε καὶ οὗτος Ἔρωτος ἂν εἴη μαθητής, καὶ Μοῦσαι μουσικῆς καὶ Ἥφαιστος χαλκείας καὶ Ἀθηνᾶ ἱστουργίας καὶ Ζεὺς κυβερνᾶν θεῶν τε καὶ ἀνθρώπων . ὅθεν δὴ καὶ κατεσκευάσθη τῶν θεῶν τὰ πράγματα Ἔρωτος ἐγγενομένου, δῆλον ὅτι κάλλους—αἴσχει γὰρ οὐκ ἔπι ἔρως—πρὸ τοῦ δέ, ὥσπερ ἐν ἀρχῇ εἶπον, πολλὰ καὶ δεινὰ θεοῖς ἐγίγνετο, ὡς λέγεται, διὰ τὴν τῆς ἀνάγκης βασιλείαν· ἐπειδὴ δʼ ὁ θεὸς οὗτος ἔφυ, ἐκ τοῦ ἐρᾶν τῶν καλῶν πάντʼ ἀγαθὰ γέγονεν καὶ θεοῖς καὶ ἀνθρώποις.
Greek · ed. Burnetοὕτως ἐμοὶ δοκεῖ, ὦ Φαῖδρε, Ἔρως πρῶτος αὐτὸς ὢν κάλλιστος καὶ ἄριστος μετὰ τοῦτο τοῖς ἄλλοις ἄλλων τοιούτων αἴτιος εἶναι. ἐπέρχεται δέ μοί τι καὶ ἔμμετρον εἰπεῖν, ὅτι οὗτός ἐστιν ὁ ποιῶν εἰρήνην μὲν ἐν ἀνθρώποις, πελάγει δὲ γαλήνην νηνεμίαν, ἀνέμων κοίτην ὕπνον τʼ ἐνὶ κήδει.
Symposium (Jowett) ¶56 [St. 197d-197e]

'Gives peace on earth and calms the stormy deep, Who stills the winds and bids the sufferer sleep.' This is he who empties men of disaffection and fills them with affection, who makes them to meet together at banquets such as these: in sacrifices, feasts, dances, he is our lord - who sends courtesy and sends away discourtesy, who gives kindness ever and never gives unkindness; the friend of the good, the wonder of the wise, the amazement of the gods; desired by those who have no part in him, and precious to those who have the better part in him; parent of delicacy, luxury, desire, fondness, softness, grace; regardful of the good, regardless of the evil: in every word, work, wish, fear - saviour, pilot, comrade, helper; glory of gods and men, leader best and brightest: in whose footsteps let every man follow, sweetly singing in his honour and joining in that sweet strain with which love charms the souls of gods and men. Such is the speech, Phaedrus, half-playful, yet having a certain measure of seriousness, which, according to my ability, I dedicate to the god.

Greek · ed. Burnetοὗτος δὲ ἡμᾶς ἀλλοτριότητος μὲν κενοῖ, οἰκειότητος δὲ πληροῖ, τὰς τοιάσδε συνόδους μετʼ ἀλλήλων πάσας τιθεὶς συνιέναι, ἐν ἑορταῖς, ἐν χοροῖς, ἐν θυσίαισι γιγνόμενος ἡγεμών· πρᾳότητα μὲν πορίζων, ἀγριότητα δʼ ἐξορίζων· φιλόδωρος εὐμενείας, ἄδωρος δυσμενείας· ἵλεως ἀγαθός· θεατὸς σοφοῖς, ἀγαστὸς θεοῖς· ζηλωτὸς ἀμοίροις, κτητὸς εὐμοίροις· τρυφῆς, ἁβρότητος, χλιδῆς, χαρίτων, ἱμέρου, πόθου πατήρ· ἐπιμελὴς ἀγαθῶν, ἀμελὴς κακῶν· ἐν πόνῳ, ἐν φόβῳ, ἐν πόθῳ, ἐν
Greek · ed. Burnetλόγῳ κυβερνήτης, ἐπιβάτης, παραστάτης τε καὶ σωτὴρ ἄριστος, συμπάντων τε θεῶν καὶ ἀνθρώπων κόσμος, ἡγεμὼν κάλλιστος καὶ ἄριστος, ᾧ χρὴ ἕπεσθαι πάντα ἄνδρα ἐφυμνοῦντα καλῶς, ᾠδῆς μετέχοντα ἣν ᾁδει θέλγων πάντων θεῶν τε καὶ ἀνθρώπων νόημα. οὗτος, ἔφη, ὁ παρʼ ἐμοῦ λόγος, ὦ Φαῖδρε, τῷ θεῷ ἀνακείσθω, τὰ μὲν παιδιᾶς, τὰ δὲ σπουδῆς μετρίας, καθʼ ὅσον ἐγὼ δύναμαι, μετέχων.
Symposium (Jowett) ¶57 [St. 198a]

When Agathon had done speaking, Aristodemus said that there was a general cheer; the young man was thought to have spoken in a manner worthy of himself, and of the god. And Socrates, looking at Eryximachus, said: Tell me, son of Acumenus, was there not reason in my fears? and was I not a true prophet when I said that Agathon would make a wonderful oration, and that I should be in a strait? The part of the prophecy which concerns Agathon, replied Eryximachus, appears to me to be true; but not the other part - that you will be in a strait.

Greek · ed. Burnetεἰπόντος δὲ τοῦ Ἀγάθωνος πάντας ἔφη ὁ Ἀριστόδημος ἀναθορυβῆσαι τοὺς παρόντας, ὡς πρεπόντως τοῦ νεανίσκου εἰρηκότος καὶ αὑτῷ καὶ τῷ θεῷ. τὸν οὖν Σωκράτη εἰπεῖν βλέψαντα εἰς τὸν Ἐρυξίμαχον, ἆρά σοι δοκῶ, φάναι, ὦ παῖ Ἀκουμενοῦ, ἀδεὲς πάλαι δέος δεδιέναι, ἀλλʼ οὐ μαντικῶς ἃ νυνδὴ ἔλεγον εἰπεῖν, ὅτι Ἀγάθων θαυμαστῶς ἐροῖ, ἐγὼ δʼ ἀπορήσοιμι; τὸ μὲν ἕτερον, φάναι τὸν Ἐρυξίμαχον, μαντικῶς μοι δοκεῖς εἰρηκέναι, ὅτι Ἀγάθων εὖ ἐρεῖ· τὸ δὲ σὲ ἀπορήσειν, οὐκ οἶμαι.
Symposium (Jowett) ¶58 [St. 198b-198d]

Why, my dear friend, said Socrates, must not I or any one be in a strait who has to speak after he has heard such a rich and varied discourse? I am especially struck with the beauty of the concluding words - who could listen to them without amazement? When I reflected on the immeasurable inferiority of my own powers, I was ready to run away for shame, if there had been a possibility of escape. For I was reminded of Gorgias, and at the end of his speech I fancied that Agathon was shaking at me the Gorginian or Gorgonian head of the great master of rhetoric, which was simply to turn me and my speech into stone, as Homer says (Odyssey), and strike me dumb. And then I perceived how foolish I had been in consenting to take my turn with you in praising love, and saying that I too was a master of the art, when I really had no conception how anything ought to be praised. For in my simplicity I imagined that the topics of praise should be true, and that this being presupposed, out of the true the speaker was to choose the best and set them forth in the best manner. And I felt quite proud, thinking that I knew the nature of true praise,

Greek · ed. Burnetκαὶ πῶς, ὦ μακάριε, εἰπεῖν τὸν Σωκράτη, οὐ μέλλω ἀπορεῖν καὶ ἐγὼ καὶ ἄλλος ὁστισοῦν, μέλλων λέξειν μετὰ καλὸν οὕτω καὶ παντοδαπὸν λόγον ῥηθέντα; καὶ τὰ μὲν ἄλλα οὐχ ὁμοίως μὲν θαυμαστά· τὸ δὲ ἐπὶ τελευτῆς τοῦ κάλλους τῶν ὀνομάτων καὶ ῥημάτων τίς οὐκ ἂν ἐξεπλάγη ἀκούων; ἐπεὶ ἔγωγε ἐνθυμούμενος ὅτι αὐτὸς οὐχ οἷός τʼ ἔσομαι οὐδʼ ἐγγὺς τούτων οὐδὲν καλὸν εἰπεῖν, ὑπʼ αἰσχύνης ὀλίγου
Greek · ed. Burnetἀποδρὰς ᾠχόμην, εἴ πῃ εἶχον. καὶ γάρ με Γοργίου ὁ λόγος ἀνεμίμνῃσκεν, ὥστε ἀτεχνῶς τὸ τοῦ Ὁμήρου ἐπεπόνθη· ἐφοβούμην μή μοι τελευτῶν ὁ Ἀγάθων Γοργίου κεφαλὴν δεινοῦ λέγειν ἐν τῷ λόγῳ ἐπὶ τὸν ἐμὸν λόγον πέμψας αὐτόν με λίθον τῇ ἀφωνίᾳ ποιήσειεν. καὶ ἐνενόησα τότε ἄρα καταγέλαστος ὤν, ἡνίκα ὑμῖν ὡμολόγουν ἐν τῷ μέρει μεθʼ
Greek · ed. Burnetὑμῶν ἐγκωμιάσεσθαι τὸν ἔρωτα καὶ ἔφην εἶναι δεινὸς τὰ ἐρωτικά, οὐδὲν εἰδὼς ἄρα τοῦ πράγματος, ὡς ἔδει ἐγκωμιάζειν ὁτιοῦν. ἐγὼ μὲν γὰρ ὑπʼ ἀβελτερίας ᾤμην δεῖν τἀληθῆ λέγειν περὶ ἑκάστου τοῦ ἐγκωμιαζομένου, καὶ τοῦτο μὲν ὑπάρχειν, ἐξ αὐτῶν δὲ τούτων τὰ κάλλιστα ἐκλεγομένους ὡς εὐπρεπέστατα τιθέναι· καὶ πάνυ δὴ μέγα ἐφρόνουν ὡς εὖ ἐρῶν, ὡς εἰδὼς τὴν ἀλήθειαν τοῦ ἐπαινεῖν ὁτιοῦν. τὸ δὲ ἄρα, ὡς ἔοικεν, οὐ τοῦτο ἦν τὸ καλῶς ἐπαινεῖν ὁτιοῦν, ἀλλὰ τὸ ὡς
Symposium (Jowett) ¶59 [St. 198e-199a]

and should speak well. Whereas I now see that the intention was to attribute to Love every species of greatness and glory, whether really belonging to him or not, without regard to truth or falsehood - that was no matter; for the original proposal seems to have been not that each of you should really praise Love, but only that you should appear to praise him. And so you attribute to Love every imaginable form of praise which can be gathered anywhere; and you say that 'he is all this,' and 'the cause of all that,' making him appear the fairest and best of all to those who know him not, for you cannot impose upon those who know him. And a noble and solemn hymn of praise have you rehearsed. But as I misunderstood the nature of the praise when I said that I would take my turn, I must beg to be absolved from the promise which I made in ignorance, and which (as Euripides would say (Eurip. Hyppolytus)) was a promise of the lips and not of the mind. Farewell then to such a strain: for I do not praise in that way; no, indeed, I cannot. But if you like to hear the truth about love, I am ready to speak in my own manner, though I will

Greek · ed. Burnetμέγιστα ἀνατιθέναι τῷ πράγματι καὶ ὡς κάλλιστα, ἐάν τε ᾖ οὕτως ἔχοντα ἐάν τε μή· εἰ δὲ ψευδῆ, οὐδὲν ἄρʼ ἦν πρᾶγμα. προυρρήθη γάρ, ὡς ἔοικεν, ὅπως ἕκαστος ἡμῶν τὸν ἔρωτα ἐγκωμιάζειν δόξει, οὐχ ὅπως ἐγκωμιάσεται. διὰ ταῦτα δὴ οἶμαι πάντα λόγον κινοῦντες ἀνατίθετε τῷ Ἔρωτι, καί φατε αὐτὸν τοιοῦτόν τε εἶναι καὶ τοσούτων αἴτιον, ὅπως ἂν
Greek · ed. Burnetφαίνηται ὡς κάλλιστος καὶ ἄριστος, δῆλον ὅτι τοῖς μὴ γιγνώσκουσιν—οὐ γὰρ δήπου τοῖς γε εἰδόσιν—καὶ καλῶς γʼ ἔχει καὶ σεμνῶς ὁ ἔπαινος. ἀλλὰ γὰρ ἐγὼ οὐκ ᾔδη ἄρα τὸν τρόπον τοῦ ἐπαίνου, οὐ δʼ εἰδὼς ὑμῖν ὡμολόγησα καὶ αὐτὸς ἐν τῷ μέρει ἐπαινέσεσθαι. ἡ γλῶσσα οὖν ὑπέσχετο, ἡ δὲ φρὴν οὔ· χαιρέτω δή. οὐ γὰρ ἔτι ἐγκωμιάζω τοῦτον τὸν τρόπον—οὐ γὰρ ἂν δυναίμην—οὐ μέντοι ἀλλὰ τά γε ἀληθῆ,
Symposium (Jowett) ¶60 [St. 199b]

not make myself ridiculous by entering into any rivalry with you. Say then, Phaedrus, whether you would like to have the truth about love, spoken in any words and in any order which may happen to come into my mind at the time. Will that be agreeable to you?

Greek · ed. Burnetεἰ βούλεσθε, ἐθέλω εἰπεῖν κατʼ ἐμαυτόν, οὐ πρὸς τοὺς ὑμετέρους λόγους, ἵνα μὴ γέλωτα ὄφλω. ὅρα οὖν, ὦ Φαῖδρε, εἴ τι καὶ τοιούτου λόγου δέῃ, περὶ Ἔρωτος τἀληθῆ λεγόμενα ἀκούειν, ὀνομάσει δὲ καὶ θέσει ῥημάτων τοιαύτῃ ὁποία δἄν τις τύχῃ ἐπελθοῦσα. τὸν οὖν Φαῖδρον ἔφη καὶ τοὺς ἄλλους κελεύειν λέγειν, ὅπῃ αὐτὸς οἴοιτο δεῖν εἰπεῖν, ταύτῃ. ἔτι τοίνυν, φάναι, ὦ Φαῖδρε, πάρες μοι Ἀγάθωνα σμίκρʼ ἄττα ἐρέσθαι, ἵνα ἀνομολογησάμενος παρʼ αὐτοῦ οὕτως ἤδη λέγω.
Symposium (Jowett) ¶61 [St. 199c]

Aristodemus said that Phaedrus and the company bid him speak in any manner which he thought best. Then, he added, let me have your permission first to ask Agathon a few more questions, in order that I may take his admissions as the premisses of my discourse. I grant the permission, said Phaedrus: put your questions. Socrates then proceeded as follows: - In the magnificent oration which you have just uttered, I think that you were right, my dear Agathon, in proposing to speak of the nature of Love first and afterwards of his works - that is a way of beginning which I very much approve. And as you have spoken so eloquently of his nature, may I ask you further, Whether love is the love of something or of nothing? And here I must explain myself: I do not want you to say that love is the love of a father or the love of a mother - that would be ridiculous; but to answer as you would, if I asked is a father a father of something? to which you would find no difficulty in replying, of a son or daughter: and the answer would be right. Very true, said Agathon. And you would say the same of a mother? He assented.

Greek · ed. Burnetἀλλὰ παρίημι, φάναι τὸν Φαῖδρον, ἀλλʼ ἐρώτα. μετὰ ταῦτα δὴ τὸν Σωκράτη ἔφη ἐνθένδε ποθὲν ἄρξασθαι. καὶ μήν, ὦ φίλε Ἀγάθων, καλῶς μοι ἔδοξας καθηγήσασθαι τοῦ λόγου, λέγων ὅτι πρῶτον μὲν δέοι αὐτὸν ἐπιδεῖξαι ὁποῖός τίς ἐστιν ὁ Ἔρως, ὕστερον δὲ τὰ ἔργα αὐτοῦ. ταύτην τὴν ἀρχὴν πάνυ ἄγαμαι. ἴθι οὖν μοι περὶ Ἔρωτος, ἐπειδὴ καὶ τἆλλα καλῶς καὶ μεγαλοπρεπῶς διῆλθες οἷός ἐστι, καὶ
Symposium (Jowett) ¶62 [St. 199d-200a]

Yet let me ask you one more question in order to illustrate my meaning: Is not a brother to be regarded essentially as a brother of something? Certainly, he replied. That is, of a brother or sister? Yes, he said. And now, said Socrates, I will ask about Love: - Is Love of something or of nothing? Of something, surely, he replied. Keep in mind what this is, and tell me what I want to know - whether Love desires that of which love is. Yes, surely. And does he possess, or does he not possess, that which he loves and desires? Probably not, I should say. Nay, replied Socrates, I would have you consider whether 'necessarily' is not rather the word. The inference that he who desires something is in want of something, and that he who desires nothing is in want of nothing, is in my judgment, Agathon, absolutely and necessarily true. What do you think? I agree with you, said Agathon. Very good. Would he who is great, desire to be great, or he who is strong, desire to be strong? That would be inconsistent with our previous admissions. True. For he who is anything cannot want to be that which he is? Very true.

Greek · ed. Burnetτόδε εἰπέ· πότερόν ἐστι τοιοῦτος οἷος εἶναί τινος ὁ Ἔρως ἔρως, ἢ οὐδενός; ἐρωτῶ δʼ οὐκ εἰ μητρός τινος ἢ πατρός ἐστιν—γελοῖον γὰρ ἂν εἴη τὸ ἐρώτημα εἰ Ἔρως ἐστὶν ἔρως μητρὸς ἢ πατρός—ἀλλʼ ὥσπερ ἂν εἰ αὐτὸ τοῦτο πατέρα ἠρώτων, ἆρα ὁ πατήρ ἐστι πατήρ τινος ἢ οὔ; εἶπες ἂν δήπου μοι, εἰ ἐβούλου καλῶς ἀποκρίνασθαι, ὅτι ἔστιν ὑέος γε ἢ θυγατρὸς ὁ πατὴρ πατήρ· ἢ οὔ; πάνυ γε, φάναι τὸν Ἀγάθωνα. οὐκοῦν καὶ ἡ μήτηρ ὡσαύτως; Ὁμολογεῖσθαι καὶ τοῦτο.
Greek · ed. Burnetἔτι τοίνυν, εἰπεῖν τὸν Σωκράτη, ἀπόκριναι ὀλίγῳ πλείω, ἵνα μᾶλλον καταμάθῃς ὃ βούλομαι. εἰ γὰρ ἐροίμην, τί δέ; ἀδελφός, αὐτὸ τοῦθʼ ὅπερ ἔστιν, ἔστι τινὸς ἀδελφὸς ἢ οὔ; φάναι εἶναι. οὐκοῦν ἀδελφοῦ ἢ ἀδελφῆς; Ὁμολογεῖν. πειρῶ δή, φάναι, καὶ τὸν ἔρωτα εἰπεῖν. ὁ Ἔρως ἔρως ἐστὶν οὐδενὸς ἢ τινός; πάνυ μὲν οὖν ἔστιν.
Greek · ed. Burnetτοῦτο μὲν τοίνυν, εἰπεῖν τὸν Σωκράτη, φύλαξον παρὰ σαυτῷ μεμνημένος ὅτου· τοσόνδε δὲ εἰπέ, πότερον ὁ Ἔρως ἐκείνου οὗ ἔστιν ἔρως, ἐπιθυμεῖ αὐτοῦ ἢ οὔ; πάνυ γε, φάναι. πότερον ἔχων αὐτὸ οὗ ἐπιθυμεῖ τε καὶ ἐρᾷ, εἶτα ἐπιθυμεῖ τε καὶ ἐρᾷ, ἢ οὐκ ἔχων; οὐκ ἔχων, ὡς τὸ εἰκός γε, φάναι. σκόπει δή, εἰπεῖν τὸν Σωκράτη, ἀντὶ τοῦ εἰκότος εἰ ἀνάγκη οὕτως, τὸ ἐπιθυμοῦν ἐπιθυμεῖν οὗ ἐνδεές ἐστιν, ἢ μὴ
Symposium (Jowett) ¶63 [St. 200b-200c]

And yet, added Socrates, if a man being strong desired to be strong, or being swift desired to be swift, or being healthy desired to be healthy, in that case he might be thought to desire something which he already has or is. I give the example in order that we may avoid misconception. For the possessors of these qualities, Agathon, must be supposed to have their respective advantages at the time, whether they choose or not; and who can desire that which he has? Therefore, when a person says, I am well and wish to be well, or I am rich and wish to be rich, and I desire simply to have what I have - to him we shall reply: 'You, my friend, having wealth and health and strength, want to have the continuance of them; for at this moment, whether you choose or no, you have them. And when you say, I desire that which I have and nothing else, is not your meaning that you want to have what you now have in the future?' He must agree with us - must he not? He must, replied Agathon.

Greek · ed. Burnetἐπιθυμεῖν, ἐὰν μὴ ἐνδεὲς ᾖ; ἐμοὶ μὲν γὰρ θαυμαστῶς δοκεῖ, ὦ Ἀγάθων, ὡς ἀνάγκη εἶναι· σοὶ δὲ πῶς; κἀμοί, φάναι, δοκεῖ. καλῶς λέγεις. ἆρʼ οὖν βούλοιτʼ ἄν τις μέγας ὢν μέγας εἶναι, ἢ ἰσχυρὸς ὢν ἰσχυρός; ἀδύνατον ἐκ τῶν ὡμολογημένων. οὐ γάρ που ἐνδεὴς ἂν εἴη τούτων ὅ γε ὤν. ἀληθῆ λέγεις. εἰ γὰρ καὶ ἰσχυρὸς ὢν βούλοιτο ἰσχυρὸς εἶναι, φάναι τὸν Σωκράτη, καὶ ταχὺς ὢν ταχύς, καὶ ὑγιὴς ὢν ὑγιής—ἴσως γὰρ ἄν τις ταῦτα οἰηθείη καὶ πάντα τὰ τοιαῦτα τοὺς ὄντας
Greek · ed. Burnetτε τοιούτους καὶ ἔχοντας ταῦτα τούτων ἅπερ ἔχουσι καὶ ἐπιθυμεῖν, ἵνʼ οὖν μὴ ἐξαπατηθῶμεν, τούτου ἕνεκα λέγω— τούτοις γάρ, ὦ Ἀγάθων, εἰ ἐννοεῖς, ἔχειν μὲν ἕκαστα τούτων ἐν τῷ παρόντι ἀνάγκη ἃ ἔχουσιν, ἐάντε βούλωνται ἐάντε μή, καὶ τούτου γε δήπου τίς ἂν ἐπιθυμήσειεν; ἀλλʼ ὅταν τις λέγῃ ὅτι ἐγὼ ὑγιαίνων βούλομαι καὶ ὑγιαίνειν, καὶ πλουτῶν βούλομαι καὶ πλουτεῖν, καὶ ἐπιθυμῶ αὐτῶν τούτων ἃ ἔχω, εἴποιμεν ἂν αὐτῷ ὅτι σύ, ὦ ἄνθρωπε,
Symposium (Jowett) ¶64 [St. 200d-200e]

Then, said Socrates, he desires that what he has at present may be preserved to him in the future, which is equivalent to saying that he desires something which is non-existent to him, and which as yet he has not got: Very true, he said. Then he and every one who desires, desires that which he has not already, and which is future and not present, and which he has not, and is not, and of which he is in want; - these are the sort of things which love and desire seek? Very true, he said. Then now, said Socrates, let us recapitulate the argument. First, is not love of something, and of something too which is wanting to a man? Yes, he replied. Remember further what you said in your speech, or if you do not remember I will remind you: you said that the love of the beautiful set in order the empire of the gods, for that of deformed things there is no love - did you not say something of that kind? Yes, said Agathon. Yes, my friend, and the remark was a just one. And if this is true, Love is the love of beauty and not of deformity? He assented.

Greek · ed. Burnetπλοῦτον κεκτημένος καὶ ὑγίειαν καὶ ἰσχὺν βούλει καὶ εἰς τὸν ἔπειτα χρόνον ταῦτα κεκτῆσθαι, ἐπεὶ ἐν τῷ γε νῦν παρόντι, εἴτε βούλει εἴτε μή, ἔχεις· σκόπει οὖν, ὅταν τοῦτο λέγῃς, ὅτι ἐπιθυμῶ τῶν παρόντων, εἰ ἄλλο τι λέγεις ἢ τόδε, ὅτι βούλομαι τὰ νῦν παρόντα καὶ εἰς τὸν ἔπειτα χρόνον παρεῖναι. ἄλλο τι ὁμολογοῖ ἄν; Συμφάναι ἔφη τὸν Ἀγάθωνα. εἰπεῖν δὴ τὸν Σωκράτη, οὐκοῦν τοῦτό γʼ ἐστὶν ἐκείνου ἐρᾶν, ὃ οὔπω ἕτοιμον αὐτῷ ἐστιν οὐδὲ ἔχει, τὸ εἰς τὸν ἔπειτα χρόνον ταῦτα εἶναι αὐτῷ σῳζόμενα καὶ παρόντα;
Greek · ed. Burnetπάνυ γε, φάναι. καὶ οὗτος ἄρα καὶ ἄλλος πᾶς ὁ ἐπιθυμῶν τοῦ μὴ ἑτοίμου ἐπιθυμεῖ καὶ τοῦ μὴ παρόντος, καὶ ὃ μὴ ἔχει καὶ ὃ μὴ ἔστιν αὐτὸς καὶ οὗ ἐνδεής ἐστι, τοιαῦτʼ ἄττα ἐστὶν ὧν ἡ ἐπιθυμία τε καὶ ὁ ἔρως ἐστίν; πάνυ γʼ, εἰπεῖν. ἴθι δή, φάναι τὸν Σωκράτη, ἀνομολογησώμεθα τὰ εἰρημένα. ἄλλο τι ἔστιν ὁ Ἔρως πρῶτον μὲν τινῶν, ἔπειτα τούτων ὧν ἂν ἔνδεια παρῇ αὐτῷ;
Symposium (Jowett) ¶65 [St. 201a-201e]

And the admission has been already made that Love is of something which a man wants and has not? True, he said. Then Love wants and has not beauty? Certainly, he replied. And would you call that beautiful which wants and does not possess beauty? Certainly not. Then would you still say that love is beautiful? Agathon replied: I fear that I did not understand what I was saying. You made a very good speech, Agathon, replied Socrates; but there is yet one small question which I would fain ask: - Is not the good also the beautiful? Yes. Then in wanting the beautiful, love wants also the good? I cannot refute you, Socrates, said Agathon: - Let us assume that what you say is true. Say rather, beloved Agathon, that you cannot refute the truth; for Socrates is easily refuted.

Greek · ed. Burnetναί, φάναι. ἐπὶ δὴ τούτοις ἀναμνήσθητι τίνων ἔφησθα ἐν τῷ λόγῳ εἶναι τὸν ἔρωτα· εἰ δὲ βούλει, ἐγώ σε ἀναμνήσω. οἶμαι γάρ σε οὑτωσί πως εἰπεῖν, ὅτι τοῖς θεοῖς κατεσκευάσθη τὰ πράγματα διʼ ἔρωτα καλῶν· αἰσχρῶν γὰρ οὐκ εἴη ἔρως. οὐχ οὑτωσί πως ἔλεγες; εἶπον γάρ, φάναι τὸν Ἀγάθωνα. καὶ ἐπιεικῶς γε λέγεις, ὦ ἑταῖρε, φάναι τὸν Σωκράτη· καὶ εἰ τοῦτο οὕτως ἔχει, ἄλλο τι ὁ Ἔρως κάλλους ἂν εἴη ἔρως, αἴσχους δὲ οὔ; ὡμολόγει.
Greek · ed. Burnetοὐκοῦν ὡμολόγηται, οὗ ἐνδεής ἐστι καὶ μὴ ἔχει, τούτου ἐρᾶν; ναί, εἰπεῖν. ἐνδεὴς ἄρʼ ἐστὶ καὶ οὐκ ἔχει ὁ Ἔρως κάλλος. ἀνάγκη, φάναι. τί δέ; τὸ ἐνδεὲς κάλλους καὶ μηδαμῇ κεκτημένον κάλλος ἆρα λέγεις σὺ καλὸν εἶναι; οὐ δῆτα. ἔτι οὖν ὁμολογεῖς ἔρωτα καλὸν εἶναι, εἰ ταῦτα οὕτως ἔχει; καὶ τὸν Ἀγάθωνα εἰπεῖν κινδυνεύω, ὦ Σώκρατες, οὐδὲν εἰδέναι ὧν τότε εἶπον.
Greek · ed. Burnetκαὶ μὴν καλῶς γε εἶπες, φάναι, ὦ Ἀγάθων. ἀλλὰ σμικρὸν ἔτι εἰπέ· τἀγαθὰ οὐ καὶ καλὰ δοκεῖ σοι εἶναι; ἔμοιγε. εἰ ἄρα ὁ Ἔρως τῶν καλῶν ἐνδεής ἐστι, τὰ δὲ ἀγαθὰ καλά, κἂν τῶν ἀγαθῶν ἐνδεὴς εἴη. ἐγώ, φάναι, ὦ Σώκρατες, σοὶ οὐκ ἂν δυναίμην ἀντιλέγειν, ἀλλʼ οὕτως ἐχέτω ὡς σὺ λέγεις. οὐ μὲν οὖν τῇ ἀληθείᾳ, φάναι, ὦ φιλούμενε Ἀγάθων, δύνασαι ἀντιλέγειν, ἐπεὶ Σωκράτει γε οὐδὲν χαλεπόν.
Symposium (Jowett) ¶66

And now, taking my leave of you, I would rehearse a tale of love which I heard from Diotima of Mantineia (compare 1 Alcibiades), a woman wise in this and in many other kinds of knowledge, who in the days of old, when the Athenians offered sacrifice before the coming of the plague, delayed the disease ten years. She was my instructress in the art of love, and I shall repeat to you what she said to me, beginning with the admissions made by Agathon, which are nearly if not quite the same which I made to the wise woman when she questioned me: I think that this will be the easiest way, and I shall take both parts myself as well as I can (compare Gorgias). As you, Agathon, suggested (supra), I must speak first of the being and nature of Love, and then of his works. First I said to her in nearly the same words which he used to me, that Love was a mighty god, and likewise fair; and she proved to me as I proved to him that, by my own showing, Love was neither fair nor good. 'What do you mean, Diotima,' I said, 'is love then evil and foul?' 'Hush,' she cried; 'must that be foul which is not fair?' 'Certainly,' I said.

Symposium (Jowett) ¶67 [St. 202a]

'And is that which is not wise, ignorant? do you not see that there is a mean between wisdom and ignorance?' 'And what may that be?' I said. 'Right opinion,' she replied; 'which, as you know, being incapable of giving a reason, is not knowledge (for how can knowledge be devoid of reason? nor again, ignorance, for neither can ignorance attain the truth), but is clearly something which is a mean between ignorance and wisdom.' 'Quite true,' I replied. 'Do not then insist,' she said, 'that what is not fair is of necessity foul, or what is not good evil; or infer that because love is not fair and good he is therefore foul and evil; for he is in a mean between them.' 'Well,' I said, 'Love is surely admitted by all to be a great god.' 'By those who know or by those who do not know?' 'By all.' 'And how, Socrates,' she said with a smile, 'can Love be acknowledged to be a great god by those who say that he is not a god at all?' 'And who are they?' I said. 'You and I are two of them,' she replied. 'How can that be?' I said. 'It is quite intelligible,' she replied; 'for you yourself would acknowledge that the gods are happy and fair - of course

Greek · ed. Burnetμάλιστά γε. ἦ καὶ ἂν μὴ σοφόν, ἀμαθές; ἢ οὐκ ᾔσθησαι ὅτι ἔστιν τι μεταξὺ σοφίας καὶ ἀμαθίας; τί τοῦτο; τὸ ὀρθὰ δοξάζειν καὶ ἄνευ τοῦ ἔχειν λόγον δοῦναι οὐκ οἶσθʼ, ἔφη, ὅτι οὔτε ἐπίστασθαί ἐστιν—ἄλογον γὰρ πρᾶγμα πῶς ἂν εἴη ἐπιστήμη; —οὔτε ἀμαθία—τὸ γὰρ τοῦ ὄντος τυγχάνον πῶς ἂν εἴη ἀμαθία; —ἔστι δὲ δήπου τοιοῦτον ἡ ὀρθὴ δόξα, μεταξὺ φρονήσεως καὶ ἀμαθίας. ἀληθῆ, ἦν δʼ ἐγώ, λέγεις.
Symposium (Jowett) ¶68 [St. 202b-202d]

you would - would you dare to say that any god was not?' 'Certainly not,' I replied. 'And you mean by the happy, those who are the possessors of things good or fair?' 'Yes.' 'And you admitted that Love, because he was in want, desires those good and fair things of which he is in want?' 'Yes, I did.' 'But how can he be a god who has no portion in what is either good or fair?' 'Impossible.' 'Then you see that you also deny the divinity of Love.'

Greek · ed. Burnetμὴ τοίνυν ἀνάγκαζε ὃ μὴ καλόν ἐστιν αἰσχρὸν εἶναι, μηδὲ ὃ μὴ ἀγαθόν, κακόν. οὕτω δὲ καὶ τὸν ἔρωτα ἐπειδὴ αὐτὸς ὁμολογεῖς μὴ εἶναι ἀγαθὸν μηδὲ καλόν, μηδέν τι μᾶλλον οἴου δεῖν αὐτὸν αἰσχρὸν καὶ κακὸν εἶναι, ἀλλά τι μεταξύ, ἔφη, τούτοιν. καὶ μήν, ἦν δʼ ἐγώ, ὁμολογεῖταί γε παρὰ πάντων μέγας θεὸς εἶναι. τῶν μὴ εἰδότων, ἔφη, πάντων λέγεις, ἢ καὶ τῶν εἰδότων; συμπάντων μὲν οὖν. καὶ ἣ γελάσασα καὶ πῶς ἄν, ἔφη, ὦ Σώκρατες,
Greek · ed. Burnetὁμολογοῖτο μέγας θεὸς εἶναι παρὰ τούτων, οἵ φασιν αὐτὸν οὐδὲ θεὸν εἶναι; τίνες οὗτοι; ἦν δʼ ἐγώ. εἷς μέν, ἔφη, σύ, μία δʼ ἐγώ. κἀγὼ εἶπον, πῶς τοῦτο, ἔφην, λέγεις; καὶ ἥ, ῥᾳδίως, ἔφη. λέγε γάρ μοι, οὐ πάντας θεοὺς φῂς εὐδαίμονας εἶναι καὶ καλούς; ἢ τολμήσαις ἄν τινα μὴ φάναι καλόν τε καὶ εὐδαίμονα θεῶν εἶναι; μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφην. εὐδαίμονας δὲ δὴ λέγεις οὐ τοὺς τἀγαθὰ καὶ τὰ καλὰ κεκτημένους; πάνυ γε.
Greek · ed. Burnetἀλλὰ μὴν Ἔρωτά γε ὡμολόγηκας διʼ ἔνδειαν τῶν ἀγαθῶν καὶ καλῶν ἐπιθυμεῖν αὐτῶν τούτων ὧν ἐνδεής ἐστιν. ὡμολόγηκα γάρ. πῶς ἂν οὖν θεὸς εἴη ὅ γε τῶν καλῶν καὶ ἀγαθῶν ἄμοιρος; οὐδαμῶς, ὥς γʼ ἔοικεν. ὁρᾷς οὖν, ἔφη, ὅτι καὶ σὺ ἔρωτα οὐ θεὸν νομίζεις; τί οὖν ἄν, ἔφην, εἴη ὁ Ἔρως; θνητός; ἥκιστά γε. ἀλλὰ τί μήν; ὥσπερ τὰ πρότερα, ἔφη, μεταξὺ θνητοῦ καὶ ἀθανάτου. τί οὖν, ὦ Διοτίμα; δαίμων μέγας, ὦ Σώκρατες· καὶ γὰρ πᾶν τὸ δαιμόνιον
Symposium (Jowett) ¶69 [St. 202e-203a]

'What then is Love?' I asked; 'Is he mortal?' 'No.' 'What then?' 'As in the former instance, he is neither mortal nor immortal, but in a mean between the two.' 'What is he, Diotima?' 'He is a great spirit (daimon), and like all spirits he is intermediate between the divine and the mortal.' 'And what,' I said, 'is his power?' 'He interprets,' she replied, 'between gods and men, conveying and taking across to the gods the prayers and sacrifices of men, and to men the commands and replies of the gods; he is the mediator who spans the chasm which divides them, and therefore in him all is bound together, and through him the arts of the prophet and the priest, their sacrifices and mysteries and charms, and all prophecy and incantation, find their way. For God mingles not with man; but through Love all the intercourse and converse of God with man, whether awake or asleep, is carried on. The wisdom which understands this is spiritual; all other wisdom, such as that of arts and handicrafts, is mean and vulgar. Now these spirits or intermediate powers are many and diverse, and one of them is Love.' 'And who,' I said, 'was his father, and who his mother?' 'The tale,' she said, 'will take time; nevertheless I will tell you.

Greek · ed. Burnetμεταξύ ἐστι θεοῦ τε καὶ θνητοῦ. τίνα, ἦν δʼ ἐγώ, δύναμιν ἔχον; ἑρμηνεῦον καὶ διαπορθμεῦον θεοῖς τὰ παρʼ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν, τῶν μὲν τὰς δεήσεις καὶ θυσίας, τῶν δὲ τὰς ἐπιτάξεις τε καὶ ἀμοιβὰς τῶν θυσιῶν, ἐν μέσῳ δὲ ὂν ἀμφοτέρων συμπληροῖ, ὥστε τὸ πᾶν αὐτὸ αὑτῷ συνδεδέσθαι. διὰ τούτου καὶ ἡ μαντικὴ πᾶσα χωρεῖ καὶ ἡ τῶν ἱερέων τέχνη τῶν τε περὶ τὰς θυσίας καὶ τελετὰς
Greek · ed. Burnetκαὶ τὰς ἐπῳδὰς καὶ τὴν μαντείαν πᾶσαν καὶ γοητείαν. θεὸς δὲ ἀνθρώπῳ οὐ μείγνυται, ἀλλὰ διὰ τούτου πᾶσά ἐστιν ἡ ὁμιλία καὶ ἡ διάλεκτος θεοῖς πρὸς ἀνθρώπους, καὶ ἐγρηγορόσι καὶ καθεύδουσι· καὶ ὁ μὲν περὶ τὰ τοιαῦτα σοφὸς δαιμόνιος ἀνήρ, ὁ δὲ ἄλλο τι σοφὸς ὢν ἢ περὶ τέχνας ἢ χειρουργίας τινὰς βάναυσος. οὗτοι δὴ οἱ δαίμονες πολλοὶ καὶ παντοδαποί εἰσιν, εἷς δὲ τούτων ἐστὶ καὶ ὁ Ἔρως. πατρὸς δέ, ἦν δʼ ἐγώ, τίνος ἐστὶ καὶ μητρός;
Symposium (Jowett) ¶70 [St. 203b-203c]

On the birthday of Aphrodite there was a feast of the gods, at which the god Poros or Plenty, who is the son of Metis or Discretion, was one of the guests. When the feast was over, Penia or Poverty, as the manner is on such occasions, came about the doors to beg. Now Plenty who was the worse for nectar (there was no wine in those days), went into the garden of Zeus and fell into a heavy sleep, and Poverty considering her own straitened circumstances, plotted to have a child by him, and accordingly she lay down at his side and conceived Love, who partly because he is naturally a lover of the beautiful, and because Aphrodite is herself beautiful, and also because he was born on her birthday, is her follower and attendant. And as his parentage is, so also are his fortunes. In the first place he is always poor, and anything but tender and fair, as the many imagine him; and he is rough and squalid, and has no shoes, nor a house to dwell in; on the bare earth exposed he lies under the open heaven, in the streets, or at the doors of houses, taking his rest; and like his mother he is always in distress. Like his father too, whom he also

Greek · ed. Burnetμακρότερον μέν, ἔφη, διηγήσασθαι· ὅμως δέ σοι ἐρῶ. ὅτε γὰρ ἐγένετο ἡ Ἀφροδίτη, ἡστιῶντο οἱ θεοὶ οἵ τε ἄλλοι καὶ ὁ τῆς Μήτιδος ὑὸς Πόρος. ἐπειδὴ δὲ ἐδείπνησαν, προσαιτήσουσα οἷον δὴ εὐωχίας οὔσης ἀφίκετο ἡ Πενία, καὶ ἦν περὶ τὰς θύρας. ὁ οὖν Πόρος μεθυσθεὶς τοῦ νέκταρος— οἶνος γὰρ οὔπω ἦν—εἰς τὸν τοῦ Διὸς κῆπον εἰσελθὼν βεβαρημένος ηὗδεν. ἡ οὖν Πενία ἐπιβουλεύουσα διὰ τὴν αὑτῆς ἀπορίαν παιδίον ποιήσασθαι ἐκ τοῦ Πόρου, κατακλίνεταί
Greek · ed. Burnetτε παρʼ αὐτῷ καὶ ἐκύησε τὸν ἔρωτα. διὸ δὴ καὶ τῆς Ἀφροδίτης ἀκόλουθος καὶ θεράπων γέγονεν ὁ Ἔρως, γεννηθεὶς ἐν τοῖς ἐκείνης γενεθλίοις, καὶ ἅμα φύσει ἐραστὴς ὢν περὶ τὸ καλὸν καὶ τῆς Ἀφροδίτης καλῆς οὔσης. ἅτε οὖν Πόρου καὶ Πενίας ὑὸς ὢν ὁ Ἔρως ἐν τοιαύτῃ τύχῃ καθέστηκεν. πρῶτον μὲν πένης ἀεί ἐστι, καὶ πολλοῦ δεῖ ἁπαλός τε καὶ καλός, οἷον οἱ πολλοὶ οἴονται, ἀλλὰ σκληρὸς
Symposium (Jowett) ¶71 [St. 203d-204a]

partly resembles, he is always plotting against the fair and good; he is bold, enterprising, strong, a mighty hunter, always weaving some intrigue or other, keen in the pursuit of wisdom, fertile in resources; a philosopher at all times, terrible as an enchanter, sorcerer, sophist. He is by nature neither mortal nor immortal, but alive and flourishing at one moment when he is in plenty, and dead at another moment, and again alive by reason of his father's nature. But that which is always flowing in is always flowing out, and so he is never in want and never in wealth; and, further, he is in a mean between ignorance and knowledge. The truth of the matter is this: No god is a philosopher or seeker after wisdom, for he is wise already; nor does any man who is wise seek after wisdom. Neither do the ignorant seek after wisdom. For herein is the evil of ignorance, that he who is neither good nor wise is nevertheless satisfied with himself: he has no desire for that of which he feels no want.' 'But who then, Diotima,' I said, 'are the lovers of wisdom, if they are neither the wise nor the foolish?' 'A child may answer that question,' she replied; 'they are those who are in a mean between the

Greek · ed. Burnetκαὶ αὐχμηρὸς καὶ ἀνυπόδητος καὶ ἄοικος, χαμαιπετὴς ἀεὶ ὢν καὶ ἄστρωτος, ἐπὶ θύραις καὶ ἐν ὁδοῖς ὑπαίθριος κοιμώμενος, τὴν τῆς μητρὸς φύσιν ἔχων, ἀεὶ ἐνδείᾳ σύνοικος. κατὰ δὲ αὖ τὸν πατέρα ἐπίβουλός ἐστι τοῖς καλοῖς καὶ τοῖς ἀγαθοῖς, ἀνδρεῖος ὢν καὶ ἴτης καὶ σύντονος, θηρευτὴς δεινός, ἀεί τινας πλέκων μηχανάς, καὶ φρονήσεως ἐπιθυμητὴς καὶ πόριμος, φιλοσοφῶν διὰ παντὸς τοῦ βίου, δεινὸς γόης καὶ φαρμακεὺς καὶ σοφιστής· καὶ οὔτε ὡς
Greek · ed. Burnetἀθάνατος πέφυκεν οὔτε ὡς θνητός, ἀλλὰ τοτὲ μὲν τῆς αὐτῆς ἡμέρας θάλλει τε καὶ ζῇ, ὅταν εὐπορήσῃ, τοτὲ δὲ ἀποθνῄσκει, πάλιν δὲ ἀναβιώσκεται διὰ τὴν τοῦ πατρὸς φύσιν, τὸ δὲ ποριζόμενον ἀεὶ ὑπεκρεῖ, ὥστε οὔτε ἀπορεῖ Ἔρως ποτὲ οὔτε πλουτεῖ, σοφίας τε αὖ καὶ ἀμαθίας ἐν μέσῳ ἐστίν.
Greek · ed. Burnetἔχει γὰρ ὧδε. θεῶν οὐδεὶς φιλοσοφεῖ οὐδʼ ἐπιθυμεῖ σοφὸς γενέσθαι—ἔστι γάρ—οὐδʼ εἴ τις ἄλλος σοφός, οὐ φιλοσοφεῖ. οὐδʼ αὖ οἱ ἀμαθεῖς φιλοσοφοῦσιν οὐδʼ ἐπιθυμοῦσι σοφοὶ γενέσθαι· αὐτὸ γὰρ τοῦτό ἐστι χαλεπὸν ἀμαθία, τὸ μὴ ὄντα καλὸν κἀγαθὸν μηδὲ φρόνιμον δοκεῖν αὑτῷ εἶναι ἱκανόν. οὔκουν ἐπιθυμεῖ ὁ μὴ οἰόμενος ἐνδεὴς εἶναι οὗ ἂν μὴ οἴηται ἐπιδεῖσθαι. τίνες οὖν, ἔφην ἐγώ, ὦ Διοτίμα, οἱ φιλοσοφοῦντες, εἰ μήτε οἱ σοφοὶ μήτε οἱ ἀμαθεῖς;
Symposium (Jowett) ¶72 [St. 204b-204d]

two; Love is one of them. For wisdom is a most beautiful thing, and Love is of the beautiful; and therefore Love is also a philosopher or lover of wisdom, and being a lover of wisdom is in a mean between the wise and the ignorant. And of this too his birth is the cause; for his father is wealthy and wise, and his mother poor and foolish. Such, my dear Socrates, is the nature of the spirit Love. The error in your conception of him was very natural, and as I imagine from what you say, has arisen out of a confusion of love and the beloved, which made you think that love was all beautiful. For the beloved is the truly beautiful, and delicate, and perfect, and blessed; but the principle of love is of another nature, and is such as I have described.'

Greek · ed. Burnetδῆλον δή, ἔφη, τοῦτό γε ἤδη καὶ παιδί, ὅτι οἱ μεταξὺ τούτων ἀμφοτέρων, ὧν ἂν εἴη καὶ ὁ Ἔρως. ἔστιν γὰρ δὴ τῶν καλλίστων ἡ σοφία, Ἔρως δʼ ἐστὶν ἔρως περὶ τὸ καλόν, ὥστε ἀναγκαῖον ἔρωτα φιλόσοφον εἶναι, φιλόσοφον δὲ ὄντα μεταξὺ εἶναι σοφοῦ καὶ ἀμαθοῦς. αἰτία δὲ αὐτῷ καὶ τούτων ἡ γένεσις· πατρὸς μὲν γὰρ σοφοῦ ἐστι καὶ εὐπόρου, μητρὸς δὲ οὐ σοφῆς καὶ ἀπόρου. ἡ μὲν οὖν φύσις τοῦ δαίμονος, ὦ φίλε Σώκρατες, αὕτη· ὃν δὲ σὺ ᾠήθης ἔρωτα
Greek · ed. Burnetεἶναι, θαυμαστὸν οὐδὲν ἔπαθες. ᾠήθης δέ, ὡς ἐμοὶ δοκεῖ τεκμαιρομένῃ ἐξ ὧν σὺ λέγεις, τὸ ἐρώμενον ἔρωτα εἶναι, οὐ τὸ ἐρῶν· διὰ ταῦτά σοι οἶμαι πάγκαλος ἐφαίνετο ὁ Ἔρως. καὶ γὰρ ἔστι τὸ ἐραστὸν τὸ τῷ ὄντι καλὸν καὶ ἁβρὸν καὶ τέλεον καὶ μακαριστόν· τὸ δέ γε ἐρῶν ἄλλην ἰδέαν τοιαύτην ἔχον, οἵαν ἐγὼ διῆλθον. καὶ ἐγὼ εἶπον, εἶεν δή, ὦ ξένη, καλῶς γὰρ λέγεις· τοιοῦτος ὢν ὁ Ἔρως τίνα χρείαν ἔχει τοῖς ἀνθρώποις;
Greek · ed. Burnetτοῦτο δὴ μετὰ ταῦτʼ, ἔφη, ὦ Σώκρατες, πειράσομαί σε διδάξαι. ἔστι μὲν γὰρ δὴ τοιοῦτος καὶ οὕτω γεγονὼς ὁ Ἔρως, ἔστι δὲ τῶν καλῶν, ὡς σὺ φῄς. εἰ δέ τις ἡμᾶς ἔροιτο· τί τῶν καλῶν ἐστιν ὁ Ἔρως, ὦ Σώκρατές τε καὶ Διοτίμα; ὧδε δὲ σαφέστερον· ἐρᾷ ὁ ἐρῶν τῶν καλῶν· τί ἐρᾷ; καὶ ἐγὼ εἶπον ὅτι γενέσθαι αὑτῷ. ἀλλʼ ἔτι ποθεῖ, ἔφη, ἡ ἀπόκρισις ἐρώτησιν τοιάνδε· τί ἔσται ἐκείνῳ ᾧ ἂν γένηται τὰ καλά; οὐ πάνυ ἔφην ἔτι ἔχειν ἐγὼ πρὸς ταύτην τὴν ἐρώτησιν προχείρως ἀποκρίνασθαι.
Symposium (Jowett) ¶73 [St. 204e]

I said, 'O thou stranger woman, thou sayest well; but, assuming Love to be such as you say, what is the use of him to men?' 'That, Socrates,' she replied, 'I will attempt to unfold: of his nature and birth I have already spoken; and you acknowledge that love is of the beautiful. But some one will say: Of the beautiful in what, Socrates and Diotima? - or rather let me put the question more clearly, and ask: When a man loves the beautiful, what does he desire?' I answered her 'That the beautiful may be his.' 'Still,' she said, 'the answer suggests a further question: What is given by the possession of beauty?' 'To what you have asked,' I replied, 'I have no answer ready.' 'Then,' she said, 'let me put the word "good" in the place of the beautiful, and repeat the question once more: If he who loves loves the good, what is it then that he loves?' 'The possession of the good,' I said. 'And what does he gain who possesses the good?' 'Happiness,' I replied; 'there is less difficulty in answering that question.' 'Yes,' she said, 'the happy are made happy by the acquisition of good things. Nor is there any need to ask why a man desires happiness; the answer is already final.' 'You are right.'

Greek · ed. Burnetἀλλʼ, ἔφη, ὥσπερ ἂν εἴ τις μεταβαλὼν ἀντὶ τοῦ καλοῦ τῷ ἀγαθῷ χρώμενος πυνθάνοιτο· φέρε, ὦ Σώκρατες, ἐρᾷ ὁ ἐρῶν τῶν ἀγαθῶν· τί ἐρᾷ; γενέσθαι, ἦν δʼ ἐγώ, αὑτῷ. καὶ τί ἔσται ἐκείνῳ ᾧ ἂν γένηται τἀγαθά; τοῦτʼ εὐπορώτερον, ἦν δʼ ἐγώ, ἔχω ἀποκρίνασθαι, ὅτι εὐδαίμων ἔσται.
Symposium (Jowett) ¶74 [St. 205a-205c]

I said. 'And is this wish and this desire common to all? and do all men always desire their own good, or only some men? - what say you?' 'All men,' I replied; 'the desire is common to all.' 'Why, then,' she rejoined, 'are not all men, Socrates, said to love, but only some of them? whereas you say that all men are always loving the same things.' 'I myself wonder,' I said, 'why this is.' 'There is nothing to wonder at,' she replied; 'the reason is that one part of love is separated off and receives the name of the whole, but the other parts have other names.' 'Give an illustration,' I said. She answered me as follows: 'There is poetry, which, as you know, is complex and manifold. All creation or passage of non-being into being is poetry or making, and the processes of all art are creative; and the masters of arts are all poets or makers.' 'Very true.' 'Still,' she said, 'you know that they are not called poets, but have other names; only that portion of the art which is separated off from the rest, and is concerned with music and metre, is termed poetry, and they who possess poetry in this sense of the word are called poets.' 'Very true,' I said. 'And the same holds

Greek · ed. Burnetκτήσει γάρ, ἔφη, ἀγαθῶν οἱ εὐδαίμονες εὐδαίμονες, καὶ οὐκέτι προσδεῖ ἐρέσθαι ἵνα τί δὲ βούλεται εὐδαίμων εἶναι ὁ βουλόμενος; ἀλλὰ τέλος δοκεῖ ἔχειν ἡ ἀπόκρισις. ἀληθῆ λέγεις, εἶπον ἐγώ. ταύτην δὴ τὴν βούλησιν καὶ τὸν ἔρωτα τοῦτον πότερα κοινὸν οἴει εἶναι πάντων ἀνθρώπων, καὶ πάντας τἀγαθὰ βούλεσθαι αὑτοῖς εἶναι ἀεί, ἢ πῶς λέγεις; οὕτως, ἦν δʼ ἐγώ· κοινὸν εἶναι πάντων. τί δὴ οὖν, ἔφη, ὦ Σώκρατες, οὐ πάντας ἐρᾶν φαμεν,
Greek · ed. Burnetεἴπερ γε πάντες τῶν αὐτῶν ἐρῶσι καὶ ἀεί, ἀλλά τινάς φαμεν ἐρᾶν, τοὺς δʼ οὔ; θαυμάζω, ἦν δʼ ἐγώ, καὶ αὐτός. ἀλλὰ μὴ θαύμαζʼ, ἔφη· ἀφελόντες γὰρ ἄρα τοῦ ἔρωτός τι εἶδος ὀνομάζομεν, τὸ τοῦ ὅλου ἐπιτιθέντες ὄνομα, ἔρωτα, τὰ δὲ ἄλλα ἄλλοις καταχρώμεθα ὀνόμασιν. ὥσπερ τί; ἦν δʼ ἐγώ. ὥσπερ τόδε. οἶσθʼ ὅτι ποίησίς ἐστί τι πολύ· ἡ γάρ τοι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἰόντι ὁτῳοῦν αἰτία πᾶσά ἐστι
Greek · ed. Burnetποίησις, ὥστε καὶ αἱ ὑπὸ πάσαις ταῖς τέχναις ἐργασίαι ποιήσεις εἰσὶ καὶ οἱ τούτων δημιουργοὶ πάντες ποιηταί. ἀληθῆ λέγεις. ἀλλʼ ὅμως, ἦ δʼ ἥ, οἶσθʼ ὅτι οὐ καλοῦνται ποιηταὶ ἀλλὰ ἄλλα ἔχουσιν ὀνόματα, ἀπὸ δὲ πάσης τῆς ποιήσεως ἓν μόριον ἀφορισθὲν τὸ περὶ τὴν μουσικὴν καὶ τὰ μέτρα τῷ τοῦ ὅλου ὀνόματι προσαγορεύεται. ποίησις γὰρ τοῦτο μόνον καλεῖται, καὶ οἱ ἔχοντες τοῦτο τὸ μόριον τῆς ποιήσεως ποιηταί. ἀληθῆ λέγεις, ἔφην.
Symposium (Jowett) ¶75 [St. 205d-206a]

of love. For you may say generally that all desire of good and happiness is only the great and subtle power of love; but they who are drawn towards him by any other path, whether the path of money-making or gymnastics or philosophy, are not called lovers - the name of the whole is appropriated to those whose affection takes one form only - they alone are said to love, or to be lovers.' 'I dare say,' I replied, 'that you are right.' 'Yes,' she added, 'and you hear people say that lovers are seeking for their other half; but I say that they are seeking neither for the half of themselves, nor for the whole, unless the half or the whole be also a good. And they will cut off their own hands and feet and cast them away, if they are evil; for they love not what is their own, unless perchance there be some one who calls what belongs to him the good, and what belongs to another the evil. For there is nothing which men love but the good. Is there anything?' 'Certainly, I should say, that there is nothing.' 'Then,' she said, 'the simple truth is, that men love the good.' 'Yes,' I said. 'To which must be added that they love the possession of the good?' 'Yes, that

Greek · ed. Burnetοὕτω τοίνυν καὶ περὶ τὸν ἔρωτα. τὸ μὲν κεφάλαιόν ἐστι πᾶσα ἡ τῶν ἀγαθῶν ἐπιθυμία καὶ τοῦ εὐδαιμονεῖν ὁ μέγιστός τε καὶ δολερὸς ἔρως παντί· ἀλλʼ οἱ μὲν ἄλλῃ τρεπόμενοι πολλαχῇ ἐπʼ αὐτόν, ἢ κατὰ χρηματισμὸν ἢ κατὰ φιλογυμναστίαν ἢ κατὰ φιλοσοφίαν, οὔτε ἐρᾶν καλοῦνται οὔτε ἐρασταί, οἱ δὲ κατὰ ἕν τι εἶδος ἰόντες τε καὶ ἐσπουδακότες τὸ τοῦ ὅλου ὄνομα ἴσχουσιν, ἔρωτά τε καὶ ἐρᾶν καὶ ἐρασταί. κινδυνεύεις ἀληθῆ, ἔφην ἐγώ, λέγειν. καὶ λέγεται μέν γέ τις, ἔφη, λόγος, ὡς οἳ ἂν τὸ ἥμισυ
Greek · ed. Burnetἑαυτῶν ζητῶσιν, οὗτοι ἐρῶσιν· ὁ δʼ ἐμὸς λόγος οὔτε ἡμίσεός φησιν εἶναι τὸν ἔρωτα οὔτε ὅλου, ἐὰν μὴ τυγχάνῃ γέ που, ὦ ἑταῖρε, ἀγαθὸν ὄν, ἐπεὶ αὑτῶν γε καὶ πόδας καὶ χεῖρας ἐθέλουσιν ἀποτέμνεσθαι οἱ ἄνθρωποι, ἐὰν αὐτοῖς δοκῇ τὰ ἑαυτῶν πονηρὰ εἶναι. οὐ γὰρ τὸ ἑαυτῶν οἶμαι ἕκαστοι ἀσπάζονται, εἰ μὴ εἴ τις τὸ μὲν ἀγαθὸν οἰκεῖον καλεῖ καὶ ἑαυτοῦ, τὸ δὲ κακὸν ἀλλότριον· ὡς οὐδέν γε ἄλλο ἐστὶν οὗ
Greek · ed. Burnetἐρῶσιν ἅνθρωποι ἢ τοῦ ἀγαθοῦ. ἢ σοὶ δοκοῦσιν; μὰ Δίʼ οὐκ ἔμοιγε, ἦν δʼ ἐγώ. ἆρʼ οὖν, ἦ δʼ ἥ, οὕτως ἁπλοῦν ἐστι λέγειν ὅτι οἱ ἄνθρωποι τἀγαθοῦ ἐρῶσιν; ναί, ἔφην. τί δέ; οὐ προσθετέον, ἔφη, ὅτι καὶ εἶναι τὸ ἀγαθὸν αὑτοῖς ἐρῶσιν; προσθετέον. ἆρʼ οὖν, ἔφη, καὶ οὐ μόνον εἶναι, ἀλλὰ καὶ ἀεὶ εἶναι; καὶ τοῦτο προσθετέον. ἔστιν ἄρα συλλήβδην, ἔφη, ὁ ἔρως τοῦ τὸ ἀγαθὸν αὑτῷ εἶναι ἀεί. ἀληθέστατα, ἔφην ἐγώ, λέγεις.
Symposium (Jowett) ¶76

must be added.' 'And not only the possession, but the everlasting possession of the good?' 'That must be added too.' 'Then love,' she said, 'may be described generally as the love of the everlasting possession of the good?' 'That is most true.'

Symposium (Jowett) ¶77a [St. 206b]

'Then if this be the nature of love, can you tell me further,' she said, 'what is the manner of the pursuit? what are they doing who show all this eagerness and heat which is called love? and what is the object which they have in view? Answer me.' 'Nay, Diotima,' I replied, 'if I had known, I should not have wondered at your wisdom, neither should I have come to learn from you about this very matter.' 'Well,' she said, 'I will teach you: - The object which they have in view is birth in beauty, whether of body or soul.' 'I do not understand you,' I said; 'the oracle requires an explanation.' 'I will make my meaning clearer,' she replied. 'I mean to say, that all men are bringing to the birth in their bodies and in their souls. There is a certain age at which human nature is desirous of procreation - procreation which must be in beauty and not in deformity; and this procreation is the union of man and woman, and is a divine thing; for conception and generation are an immortal principle in the mortal creature, and in the inharmonious they can never be. But the deformed is always inharmonious with the divine, and the beautiful harmonious. Beauty, then, is the destiny or goddess of parturition who presides at birth, and therefore, when approaching beauty, the conceiving power is propitious, and diffusive, and benign, and begets and bears fruit:

Greek · ed. Burnetὅτε δὴ τοῦτο ὁ ἔρως ἐστὶν ἀεί, ἦ δʼ ἥ, τῶν τίνα τρόπον διωκόντων αὐτὸ καὶ ἐν τίνι πράξει ἡ σπουδὴ καὶ ἡ σύντασις ἔρως ἂν καλοῖτο; τί τοῦτο τυγχάνει ὂν τὸ ἔργον; ἔχεις εἰπεῖν; οὐ μεντἂν σέ, ἔφην ἐγώ, ὦ Διοτίμα, ἐθαύμαζον ἐπὶ σοφίᾳ καὶ ἐφοίτων παρὰ σὲ αὐτὰ ταῦτα μαθησόμενος. ἀλλὰ ἐγώ σοι, ἔφη, ἐρῶ. ἔστι γὰρ τοῦτο τόκος ἐν καλῷ καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν. μαντείας, ἦν δʼ ἐγώ, δεῖται ὅτι ποτε λέγεις, καὶ οὐ μανθάνω.
Symposium (Jowett) ¶77b [St. 206c-206e]

at the sight of ugliness she frowns and contracts and has a sense of pain, and turns away, and shrivels up, and not without a pang refrains from conception. And this is the reason why, when the hour of conception arrives, and the teeming nature is full, there is such a flutter and ecstasy about beauty whose approach is the alleviation of the pain of travail. For love, Socrates, is not, as you imagine, the love of the beautiful only.' 'What then?' 'The love of generation and of birth in beauty.' 'Yes,' I said. 'Yes, indeed,' she replied. 'But why of generation?' 'Because to the mortal creature, generation is a sort of eternity and immortality,' she replied; 'and if, as has been already admitted, love is of the everlasting possession of the good, all men will necessarily desire immortality together with good: Wherefore love is of immortality.'

Greek · ed. Burnetἀλλʼ ἐγώ, ἦ δʼ ἥ, σαφέστερον ἐρῶ. κυοῦσιν γάρ, ἔφη, ὦ Σώκρατες, πάντες ἄνθρωποι καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν, καὶ ἐπειδὰν ἔν τινι ἡλικίᾳ γένωνται, τίκτειν ἐπιθυμεῖ ἡμῶν ἡ φύσις. τίκτειν δὲ ἐν μὲν αἰσχρῷ οὐ δύναται, ἐν δὲ τῷ καλῷ. ἡ γὰρ ἀνδρὸς καὶ γυναικὸς συνουσία τόκος ἐστίν. ἔστι δὲ τοῦτο θεῖον τὸ πρᾶγμα, καὶ τοῦτο ἐν θνητῷ ὄντι τῷ ζῴῳ ἀθάνατον ἔνεστιν, ἡ κύησις καὶ ἡ γέννησις. τὰ δὲ ἐν τῷ ἀναρμόστῳ ἀδύνατον γενέσθαι.
Greek · ed. Burnetἀνάρμοστον δʼ ἐστὶ τὸ αἰσχρὸν παντὶ τῷ θείῳ, τὸ δὲ καλὸν ἁρμόττον. Μοῖρα οὖν καὶ Εἰλείθυια ἡ Καλλονή ἐστι τῇ γενέσει. διὰ ταῦτα ὅταν μὲν καλῷ προσπελάζῃ τὸ κυοῦν, ἵλεών τε γίγνεται καὶ εὐφραινόμενον διαχεῖται καὶ τίκτει τε καὶ γεννᾷ· ὅταν δὲ αἰσχρῷ, σκυθρωπόν τε καὶ λυπούμενον συσπειρᾶται καὶ ἀποτρέπεται καὶ ἀνείλλεται καὶ οὐ γεννᾷ, ἀλλὰ ἴσχον τὸ κύημα χαλεπῶς φέρει. ὅθεν δὴ τῷ κυοῦντί τε καὶ ἤδη σπαργῶντι πολλὴ ἡ πτοίησις γέγονε
Greek · ed. Burnetπερὶ τὸ καλὸν διὰ τὸ μεγάλης ὠδῖνος ἀπολύειν τὸν ἔχοντα. ἔστιν γάρ, ὦ Σώκρατες, ἔφη, οὐ τοῦ καλοῦ ὁ ἔρως, ὡς σὺ οἴει. ἀλλὰ τί μήν; τῆς γεννήσεως καὶ τοῦ τόκου ἐν τῷ καλῷ. εἶεν, ἦν δʼ ἐγώ. πάνυ μὲν οὖν, ἔφη. τί δὴ οὖν τῆς γεννήσεως; ὅτι ἀειγενές ἐστι καὶ ἀθάνατον ὡς θνητῷ ἡ γέννησις. ἀθανασίας
Symposium (Jowett) ¶78 [St. 207a-207c]

All this she taught me at various times when she spoke of love. And I remember her once saying to me, 'What is the cause, Socrates, of love, and the attendant desire? See you not how all animals, birds, as well as beasts, in their desire of procreation, are in agony when they take the infection of love, which begins with the desire of union; whereto is added the care of offspring, on whose behalf the weakest are ready to battle against the strongest even to the uttermost, and to die for them, and will let themselves be tormented with hunger or suffer anything in order to maintain their young. Man may be supposed to act thus from reason; but why should animals have these passionate feelings? Can you tell me why?' Again I replied that I did not know. She said to me: 'And do you expect ever to become a master in the art of love, if you do not know this?' 'But I have told you already, Diotima, that my ignorance is the reason why I come to you; for I am conscious that I want a teacher; tell me then the cause of this and of the other mysteries of love.' 'Marvel not,' she said, 'if you believe that love is of the immortal, as we

Greek · ed. Burnetδὲ ἀναγκαῖον ἐπιθυμεῖν μετὰ ἀγαθοῦ ἐκ τῶν ὡμολογημένων, εἴπερ τοῦ ἀγαθοῦ ἑαυτῷ εἶναι ἀεὶ ἔρως ἐστίν. ἀναγκαῖον δὴ ἐκ τούτου τοῦ λόγου καὶ τῆς ἀθανασίας τὸν ἔρωτα εἶναι. ταῦτά τε οὖν πάντα ἐδίδασκέ με, ὁπότε περὶ τῶν ἐρωτικῶν λόγους ποιοῖτο, καί ποτε ἤρετο τί οἴει, ὦ Σώκρατες, αἴτιον εἶναι τούτου τοῦ ἔρωτος καὶ τῆς ἐπιθυμίας; ἢ οὐκ αἰσθάνῃ ὡς δεινῶς διατίθεται πάντα τὰ θηρία ἐπειδὰν γεννᾶν ἐπιθυμήσῃ, καὶ τὰ πεζὰ καὶ τὰ πτηνά, νοσοῦντά τε
Greek · ed. Burnetπάντα καὶ ἐρωτικῶς διατιθέμενα, πρῶτον μὲν περὶ τὸ συμμιγῆναι ἀλλήλοις, ἔπειτα περὶ τὴν τροφὴν τοῦ γενομένου, καὶ ἕτοιμά ἐστιν ὑπὲρ τούτων καὶ διαμάχεσθαι τὰ ἀσθενέστατα τοῖς ἰσχυροτάτοις καὶ ὑπεραποθνῄσκειν, καὶ αὐτὰ τῷ λιμῷ παρατεινόμενα ὥστʼ ἐκεῖνα ἐκτρέφειν, καὶ ἄλλο πᾶν ποιοῦντα. τοὺς μὲν γὰρ ἀνθρώπους, ἔφη, οἴοιτʼ ἄν τις ἐκ λογισμοῦ ταῦτα ποιεῖν· τὰ δὲ θηρία τίς αἰτία οὕτως ἐρωτικῶς
Greek · ed. Burnetδιατίθεσθαι; ἔχεις λέγειν; καὶ ἐγὼ αὖ ἔλεγον ὅτι οὐκ εἰδείην· ἣ δʼ εἶπεν, Διανοῇ οὖν δεινός ποτε γενήσεσθαι τὰ ἐρωτικά, ἐὰν ταῦτα μὴ ἐννοῇς; ἀλλὰ διὰ ταῦτά τοι, ὦ Διοτίμα, ὅπερ νυνδὴ εἶπον, παρὰ σὲ ἥκω, γνοὺς ὅτι διδασκάλων δέομαι. ἀλλά μοι λέγε καὶ τούτων τὴν αἰτίαν καὶ τῶν ἄλλων τῶν περὶ τὰ ἐρωτικά. εἰ τοίνυν, ἔφη, πιστεύεις ἐκείνου εἶναι φύσει τὸν ἔρωτα, οὗ πολλάκις ὡμολογήκαμεν, μὴ θαύμαζε. ἐνταῦθα γὰρ
Symposium (Jowett) ¶79 [St. 207d-208a]

have several times acknowledged; for here again, and on the same principle too, the mortal nature is seeking as far as is possible to be everlasting and immortal: and this is only to be attained by generation, because generation always leaves behind a new existence in the place of the old. Nay even in the life of the same individual there is succession and not absolute unity: a man is called the same, and yet in the short interval which elapses between youth and age, and in which every animal is said to have life and identity, he is undergoing a perpetual process of loss and reparation - hair, flesh, bones, blood, and the whole body are always changing. Which is true not only of the body, but also of the soul, whose habits, tempers, opinions, desires, pleasures, pains, fears, never remain the same in any one of us, but are always coming and going; and equally true of knowledge, and what is still more surprising to us mortals, not only do the sciences in general spring up and decay, so that in respect of them we are never the same; but each of them individually experiences a like change. For what is implied in the word "recollection," but the departure of knowledge, which is ever being forgotten, and is renewed and

Greek · ed. Burnetτὸν αὐτὸν ἐκείνῳ λόγον ἡ θνητὴ φύσις ζητεῖ κατὰ τὸ δυνατὸν ἀεί τε εἶναι καὶ ἀθάνατος. δύναται δὲ ταύτῃ μόνον, τῇ γενέσει, ὅτι ἀεὶ καταλείπει ἕτερον νέον ἀντὶ τοῦ παλαιοῦ, ἐπεὶ καὶ ἐν ᾧ ἓν ἕκαστον τῶν ζῴων ζῆν καλεῖται καὶ εἶναι τὸ αὐτό—οἷον ἐκ παιδαρίου ὁ αὐτὸς λέγεται ἕως ἂν πρεσβύτης γένηται· οὗτος μέντοι οὐδέποτε τὰ αὐτὰ ἔχων ἐν αὑτῷ ὅμως ὁ αὐτὸς καλεῖται, ἀλλὰ νέος ἀεὶ γιγνόμενος, τὰ δὲ ἀπολλύς, καὶ κατὰ τὰς τρίχας καὶ σάρκα καὶ ὀστᾶ καὶ
Greek · ed. Burnetαἷμα καὶ σύμπαν τὸ σῶμα. καὶ μὴ ὅτι κατὰ τὸ σῶμα, ἀλλὰ καὶ κατὰ τὴν ψυχὴν οἱ τρόποι, τὰ ἤθη, δόξαι, ἐπιθυμίαι, ἡδοναί, λῦπαι, φόβοι, τούτων ἕκαστα οὐδέποτε τὰ αὐτὰ πάρεστιν ἑκάστῳ, ἀλλὰ τὰ μὲν γίγνεται, τὰ δὲ ἀπόλλυται. πολὺ δὲ τούτων ἀτοπώτερον ἔτι, ὅτι καὶ αἱ ἐπιστῆμαι
Greek · ed. Burnetμὴ ὅτι αἱ μὲν γίγνονται, αἱ δὲ ἀπόλλυνται ἡμῖν, καὶ οὐδέποτε οἱ αὐτοί ἐσμεν οὐδὲ κατὰ τὰς ἐπιστήμας, ἀλλὰ καὶ μία ἑκάστη τῶν ἐπιστημῶν ταὐτὸν πάσχει. ὃ γὰρ καλεῖται μελετᾶν, ὡς ἐξιούσης ἐστὶ τῆς ἐπιστήμης· λήθη γὰρ ἐπιστήμης ἔξοδος, μελέτη δὲ πάλιν καινὴν ἐμποιοῦσα ἀντὶ τῆς ἀπιούσης μνήμην σῴζει τὴν ἐπιστήμην, ὥστε τὴν αὐτὴν δοκεῖν εἶναι. τούτῳ γὰρ τῷ τρόπῳ πᾶν τὸ θνητὸν σῴζεται, οὐ τῷ παντάπασιν τὸ αὐτὸ ἀεὶ εἶναι ὥσπερ τὸ
Symposium (Jowett) ¶80 [St. 208b]

preserved by recollection, and appears to be the same although in reality new, according to that law of succession by which all mortal things are preserved, not absolutely the same, but by substitution, the old worn-out mortality leaving another new and similar existence behind - unlike the divine, which is always the same and not another? And in this way, Socrates, the mortal body, or mortal anything, partakes of immortality; but the immortal in another way. Marvel not then at the love which all men have of their offspring; for that universal love and interest is for the sake of immortality.'

Greek · ed. Burnetθεῖον, ἀλλὰ τῷ τὸ ἀπιὸν καὶ παλαιούμενον ἕτερον νέον ἐγκαταλείπειν οἷον αὐτὸ ἦν. ταύτῃ τῇ μηχανῇ, ὦ Σώκρατες, ἔφη, θνητὸν ἀθανασίας μετέχει, καὶ σῶμα καὶ τἆλλα πάντα· ἀθάνατον δὲ ἄλλῃ. μὴ οὖν θαύμαζε εἰ τὸ αὑτοῦ ἀποβλάστημα φύσει πᾶν τιμᾷ· ἀθανασίας γὰρ χάριν παντὶ αὕτη ἡ σπουδὴ καὶ ὁ ἔρως ἕπεται. καὶ ἐγὼ ἀκούσας τὸν λόγον ἐθαύμασά τε καὶ εἶπον εἶεν, ἦν δʼ ἐγώ, ὦ σοφωτάτη Διοτίμα, ταῦτα ὡς ἀληθῶς οὕτως ἔχει;
Symposium (Jowett) ¶81 [St. 208c-208d]

I was astonished at her words, and said: 'Is this really true, O thou wise Diotima?' And she answered with all the authority of an accomplished sophist: 'Of that, Socrates, you may be assured; - think only of the ambition of men, and you will wonder at the senselessness of their ways, unless you consider how they are stirred by the love of an immortality of fame. They are ready to run all risks greater far than they would have run for their children, and to spend money and undergo any sort of toil, and even to die, for the sake of leaving behind them a name which shall be eternal. Do you imagine that Alcestis would have died to save Admetus, or Achilles to avenge Patroclus, or your own Codrus in order to preserve the kingdom for his sons, if they had not imagined that the memory of their virtues, which still survives among us, would be immortal? Nay,' she said, 'I am persuaded that all men do all things, and the better they are the more they do them, in hope of the glorious fame of immortal virtue; for they desire the immortal.

Greek · ed. Burnetκαὶ ἥ, ὥσπερ οἱ τέλεοι σοφισταί, εὖ ἴσθι, ἔφη, ὦ Σώκρατες· ἐπεί γε καὶ τῶν ἀνθρώπων εἰ ἐθέλεις εἰς τὴν φιλοτιμίαν βλέψαι, θαυμάζοις ἂν τῆς ἀλογίας περὶ ἃ ἐγὼ εἴρηκα εἰ μὴ ἐννοεῖς, ἐνθυμηθεὶς ὡς δεινῶς διάκεινται ἔρωτι τοῦ ὀνομαστοὶ γενέσθαι καὶ κλέος ἐς τὸν ἀεὶ χρόνον ἀθάνατον καταθέσθαι , καὶ ὑπὲρ τούτου κινδύνους τε κινδυνεύειν ἕτοιμοί εἰσι πάντας ἔτι μᾶλλον ἢ ὑπὲρ τῶν
Greek · ed. Burnetπαίδων, καὶ χρήματα ἀναλίσκειν καὶ πόνους πονεῖν οὑστινασοῦν καὶ ὑπεραποθνῄσκειν. ἐπεὶ οἴει σύ, ἔφη, Ἄλκηστιν ὑπὲρ Ἀδμήτου ἀποθανεῖν ἄν, ἢ Ἀχιλλέα Πατρόκλῳ ἐπαποθανεῖν, ἢ προαποθανεῖν τὸν ὑμέτερον Κόδρον ὑπὲρ τῆς βασιλείας τῶν παίδων, μὴ οἰομένους ἀθάνατον μνήμην ἀρετῆς πέρι ἑαυτῶν ἔσεσθαι, ἣν νῦν ἡμεῖς ἔχομεν; πολλοῦ γε δεῖ, ἔφη, ἀλλʼ οἶμαι ὑπὲρ ἀρετῆς ἀθανάτου καὶ τοιαύτης δόξης εὐκλεοῦς πάντες πάντα ποιοῦσιν, ὅσῳ ἂν ἀμείνους
Symposium (Jowett) ¶82 [St. 208e-209b]

'Those who are pregnant in the body only, betake themselves to women and beget children - this is the character of their love; their offspring, as they hope, will preserve their memory and giving them the blessedness and immortality which they desire in the future. But souls which are pregnant - for there certainly are men who are more creative in their souls than in their bodies - conceive that which is proper for the soul to conceive or contain. And what are these conceptions? - wisdom and virtue in general. And such creators are poets and all artists who are deserving of the name inventor. But the greatest and fairest sort of wisdom by far is that which is concerned with the ordering of states and families, and which is called temperance and justice. And he who in youth has the seed of these implanted in him and is himself inspired, when he comes to maturity desires to beget and generate. He wanders about seeking beauty that he may beget offspring - for in deformity he will beget nothing - and naturally embraces the beautiful rather than the deformed body; above all when he finds a fair and noble and well-nurtured soul, he embraces the two in one person, and to such an one he is full of speech about virtue and the nature and pursuits of a good man; and

Greek · ed. Burnetὦσι, τοσούτῳ μᾶλλον· τοῦ γὰρ ἀθανάτου ἐρῶσιν. οἱ μὲν οὖν ἐγκύμονες, ἔφη, κατὰ τὰ σώματα ὄντες πρὸς τὰς γυναῖκας μᾶλλον τρέπονται καὶ ταύτῃ ἐρωτικοί εἰσιν, διὰ παιδογονίας ἀθανασίαν καὶ μνήμην καὶ εὐδαιμονίαν, ὡς οἴονται, αὑτοῖς εἰς τὸν ἔπειτα χρόνον πάντα ποριζόμενοι· οἱ δὲ κατὰ τὴν
Greek · ed. Burnetψυχήν—εἰσὶ γὰρ οὖν, ἔφη, οἳ ἐν ταῖς ψυχαῖς κυοῦσιν ἔτι μᾶλλον ἢ ἐν τοῖς σώμασιν, ἃ ψυχῇ προσήκει καὶ κυῆσαι καὶ τεκεῖν· τί οὖν προσήκει; φρόνησίν τε καὶ τὴν ἄλλην ἀρετήν—ὧν δή εἰσι καὶ οἱ ποιηταὶ πάντες γεννήτορες καὶ τῶν δημιουργῶν ὅσοι λέγονται εὑρετικοὶ εἶναι· πολὺ δὲ μεγίστη, ἔφη, καὶ καλλίστη τῆς φρονήσεως ἡ περὶ τὰ τῶν πόλεών τε καὶ οἰκήσεων διακόσμησις, ᾗ δὴ ὄνομά ἐστι σωφροσύνη τε καὶ δικαιοσύνη—τούτων δʼ αὖ ὅταν τις ἐκ
Greek · ed. Burnetνέου ἐγκύμων ᾖ τὴν ψυχήν, ᾔθεος ὢν καὶ ἡκούσης τῆς ἡλικίας, τίκτειν τε καὶ γεννᾶν ἤδη ἐπιθυμῇ, ζητεῖ δὴ οἶμαι καὶ οὗτος περιιὼν τὸ καλὸν ἐν ᾧ ἂν γεννήσειεν· ἐν τῷ γὰρ αἰσχρῷ οὐδέποτε γεννήσει. τά τε οὖν σώματα τὰ καλὰ μᾶλλον ἢ τὰ αἰσχρὰ ἀσπάζεται ἅτε κυῶν, καὶ ἂν ἐντύχῃ ψυχῇ καλῇ καὶ γενναίᾳ καὶ εὐφυεῖ, πάνυ δὴ ἀσπάζεται τὸ συναμφότερον, καὶ πρὸς τοῦτον τὸν ἄνθρωπον εὐθὺς εὐπορεῖ λόγων περὶ ἀρετῆς καὶ περὶ οἷον χρὴ εἶναι
Symposium (Jowett) ¶83 [St. 209c-209e]

he tries to educate him; and at the touch of the beautiful which is ever present to his memory, even when absent, he brings forth that which he had conceived long before, and in company with him tends that which he brings forth; and they are married by a far nearer tie and have a closer friendship than those who beget mortal children, for the children who are their common offspring are fairer and more immortal. Who, when he thinks of Homer and Hesiod and other great poets, would not rather have their children than ordinary human ones? Who would not emulate them in the creation of children such as theirs, which have preserved their memory and given them everlasting glory? Or who would not have such children as Lycurgus left behind him to be the saviours, not only of Lacedaemon, but of Hellas, as one may say? There is Solon, too, who is the revered father of Athenian laws; and many others there are in many other places, both among Hellenes and barbarians, who have given to the world many noble works, and have been the parents of virtue of every kind; and many temples have been raised in their honour for the sake of children such as theirs; which were never raised in honour of any one, for

Greek · ed. Burnetτὸν ἄνδρα τὸν ἀγαθὸν καὶ ἃ ἐπιτηδεύειν, καὶ ἐπιχειρεῖ παιδεύειν. ἁπτόμενος γὰρ οἶμαι τοῦ καλοῦ καὶ ὁμιλῶν αὐτῷ, ἃ πάλαι ἐκύει τίκτει καὶ γεννᾷ, καὶ παρὼν καὶ ἀπὼν μεμνημένος, καὶ τὸ γεννηθὲν συνεκτρέφει κοινῇ μετʼ ἐκείνου, ὥστε πολὺ μείζω κοινωνίαν τῆς τῶν παίδων πρὸς ἀλλήλους οἱ τοιοῦτοι ἴσχουσι καὶ φιλίαν βεβαιοτέραν, ἅτε καλλιόνων καὶ ἀθανατωτέρων παίδων κεκοινωνηκότες. καὶ πᾶς ἂν δέξαιτο ἑαυτῷ τοιούτους παῖδας μᾶλλον γεγονέναι ἢ τοὺς
Greek · ed. Burnetἀνθρωπίνους, καὶ εἰς Ὅμηρον ἀποβλέψας καὶ Ἡσίοδον καὶ τοὺς ἄλλους ποιητὰς τοὺς ἀγαθοὺς ζηλῶν, οἷα ἔκγονα ἑαυτῶν καταλείπουσιν, ἃ ἐκείνοις ἀθάνατον κλέος καὶ μνήμην παρέχεται αὐτὰ τοιαῦτα ὄντα· εἰ δὲ βούλει, ἔφη, οἵους Λυκοῦργος παῖδας κατελίπετο ἐν Λακεδαίμονι σωτῆρας τῆς Λακεδαίμονος καὶ ὡς ἔπος εἰπεῖν τῆς Ἑλλάδος. τίμιος δὲ παρʼ ὑμῖν καὶ Σόλων διὰ τὴν τῶν νόμων γέννησιν, καὶ ἄλλοι
Greek · ed. Burnetἄλλοθι πολλαχοῦ ἄνδρες, καὶ ἐν Ἕλλησι καὶ ἐν βαρβάροις, πολλὰ καὶ καλὰ ἀποφηνάμενοι ἔργα, γεννήσαντες παντοίαν ἀρετήν· ὧν καὶ ἱερὰ πολλὰ ἤδη γέγονε διὰ τοὺς τοιούτους παῖδας, διὰ δὲ τοὺς ἀνθρωπίνους οὐδενός πω. ταῦτα μὲν οὖν τὰ ἐρωτικὰ ἴσως, ὦ Σώκρατες, κἂν σὺ
Symposium (Jowett) ¶85a [St. 210a-210b]

'These are the lesser mysteries of love, into which even you, Socrates, may enter; to the greater and more hidden ones which are the crown of these, and to which, if you pursue them in a right spirit, they will lead, I know not whether you will be able to attain. But I will do my utmost to inform you, and do you follow if you can. For he who would proceed aright in this matter should begin in youth to visit beautiful forms; and first, if he be guided by his instructor aright, to love one such form only - out of that he should create fair thoughts; and soon he will of himself perceive that the beauty of one form is akin to the beauty of another; and then if beauty of form in general is his pursuit, how foolish would he be not to recognize that the beauty in every form is and the same! And when he perceives this he will abate his violent love of the one, which he will despise and deem a small thing, and will become a lover of all beautiful forms; in the next stage he will consider that the beauty of the mind is more honourable than the beauty of the outward form. So that if a virtuous soul have but a little comeliness, he will be content to love and tend him, and will search out and bring to the birth thoughts which may improve the young, until he is compelled to contemplate and see the beauty of institutions and laws, and to understand that the beauty of them all is of one family, and that personal beauty is a trifle;

Greek · ed. Burnetμυηθείης· τὰ δὲ τέλεα καὶ ἐποπτικά, ὧν ἕνεκα καὶ ταῦτα ἔστιν, ἐάν τις ὀρθῶς μετίῃ, οὐκ οἶδʼ εἰ οἷός τʼ ἂν εἴης. ἐρῶ μὲν οὖν, ἔφη, ἐγὼ καὶ προθυμίας οὐδὲν ἀπολείψω· πειρῶ δὲ ἕπεσθαι, ἂν οἷός τε ᾖς. δεῖ γάρ, ἔφη, τὸν ὀρθῶς ἰόντα ἐπὶ τοῦτο τὸ πρᾶγμα ἄρχεσθαι μὲν νέον ὄντα ἰέναι ἐπὶ τὰ καλὰ σώματα, καὶ πρῶτον μέν, ἐὰν ὀρθῶς ἡγῆται ὁ ἡγούμενος, ἑνὸς αὐτὸν σώματος ἐρᾶν καὶ ἐνταῦθα γεννᾶν λόγους καλούς, ἔπειτα δὲ αὐτὸν κατανοῆσαι ὅτι τὸ κάλλος
Greek · ed. Burnetτὸ ἐπὶ ὁτῳοῦν σώματι τῷ ἐπὶ ἑτέρῳ σώματι ἀδελφόν ἐστι, καὶ εἰ δεῖ διώκειν τὸ ἐπʼ εἴδει καλόν, πολλὴ ἄνοια μὴ οὐχ ἕν τε καὶ ταὐτὸν ἡγεῖσθαι τὸ ἐπὶ πᾶσιν τοῖς σώμασι κάλλος· τοῦτο δʼ ἐννοήσαντα καταστῆναι πάντων τῶν καλῶν σωμάτων ἐραστήν, ἑνὸς δὲ τὸ σφόδρα τοῦτο χαλάσαι καταφρονήσαντα καὶ σμικρὸν ἡγησάμενον· μετὰ δὲ ταῦτα τὸ ἐν ταῖς ψυχαῖς κάλλος τιμιώτερον ἡγήσασθαι τοῦ ἐν τῷ σώματι, ὥστε καὶ ἐὰν ἐπιεικὴς ὢν τὴν ψυχήν τις κἂν σμικρὸν ἄνθος
Symposium (Jowett) ¶85b [St. 210c]

and after laws and institutions he will go on to the sciences, that he may see their beauty, being not like a servant in love with the beauty of one youth or man or institution, himself a slave mean and narrow-minded, but drawing towards and contemplating the vast sea of beauty, he will create many fair and noble thoughts and notions in boundless love of wisdom; until on that shore he grows and waxes strong, and at last the vision is revealed to him of a single science, which is the science of beauty everywhere. To this I will proceed; please to give me your very best attention:

Greek · ed. Burnetἔχῃ, ἐξαρκεῖν αὐτῷ καὶ ἐρᾶν καὶ κήδεσθαι καὶ τίκτειν λόγους τοιούτους καὶ ζητεῖν, οἵτινες ποιήσουσι βελτίους τοὺς νέους, ἵνα ἀναγκασθῇ αὖ θεάσασθαι τὸ ἐν τοῖς ἐπιτηδεύμασι καὶ τοῖς νόμοις καλὸν καὶ τοῦτʼ ἰδεῖν ὅτι πᾶν αὐτὸ αὑτῷ συγγενές ἐστιν, ἵνα τὸ περὶ τὸ σῶμα καλὸν σμικρόν τι ἡγήσηται εἶναι· μετὰ δὲ τὰ ἐπιτηδεύματα ἐπὶ τὰς ἐπιστήμας ἀγαγεῖν, ἵνα ἴδῃ αὖ ἐπιστημῶν κάλλος, καὶ βλέπων πρὸς
Symposium (Jowett) ¶86 [St. 210d-211c]

'He who has been instructed thus far in the things of love, and who has learned to see the beautiful in due order and succession, when he comes toward the end will suddenly perceive a nature of wondrous beauty (and this, Socrates, is the final cause of all our former toils) - a nature which in the first place is everlasting, not growing and decaying, or waxing and waning; secondly, not fair in one point of view and foul in another, or at one time or in one relation or at one place fair, at another time or in another relation or at another place foul, as if fair to some and foul to others, or in the likeness of a face or hands or any other part of the bodily frame, or in any form of speech or knowledge, or existing in any other being, as for example, in an animal, or in heaven, or in earth, or in any other place; but beauty absolute, separate, simple, and everlasting, which without diminution and without increase, or any change, is imparted to the ever-growing and perishing beauties of all other things. He who from these ascending under the influence of true love, begins to perceive that beauty, is not far from the end. And the true order of going, or being led

Greek · ed. Burnetπολὺ ἤδη τὸ καλὸν μηκέτι τὸ παρʼ ἑνί, ὥσπερ οἰκέτης, ἀγαπῶν παιδαρίου κάλλος ἢ ἀνθρώπου τινὸς ἢ ἐπιτηδεύματος ἑνός, δουλεύων φαῦλος ᾖ καὶ σμικρολόγος, ἀλλʼ ἐπὶ τὸ πολὺ πέλαγος τετραμμένος τοῦ καλοῦ καὶ θεωρῶν πολλοὺς καὶ καλοὺς λόγους καὶ μεγαλοπρεπεῖς τίκτῃ καὶ διανοήματα ἐν φιλοσοφίᾳ ἀφθόνῳ, ἕως ἂν ἐνταῦθα ῥωσθεὶς καὶ αὐξηθεὶς κατίδῃ τινὰ ἐπιστήμην μίαν τοιαύτην, ἥ ἐστι καλοῦ
Greek · ed. Burnetτοιοῦδε. πειρῶ δέ μοι, ἔφη, τὸν νοῦν προσέχειν ὡς οἷόν τε μάλιστα. ὃς γὰρ ἂν μέχρι ἐνταῦθα πρὸς τὰ ἐρωτικὰ παιδαγωγηθῇ, θεώμενος ἐφεξῆς τε καὶ ὀρθῶς τὰ καλά, πρὸς τέλος ἤδη ἰὼν τῶν ἐρωτικῶν ἐξαίφνης κατόψεταί τι θαυμαστὸν τὴν φύσιν καλόν, τοῦτο ἐκεῖνο, ὦ Σώκρατες, οὗ δὴ ἕνεκεν καὶ οἱ ἔμπροσθεν πάντες πόνοι ἦσαν, πρῶτον μὲν
Greek · ed. Burnetἀεὶ ὂν καὶ οὔτε γιγνόμενον οὔτε ἀπολλύμενον, οὔτε αὐξανόμενον οὔτε φθίνον, ἔπειτα οὐ τῇ μὲν καλόν, τῇ δʼ αἰσχρόν, οὐδὲ τοτὲ μέν, τοτὲ δὲ οὔ, οὐδὲ πρὸς μὲν τὸ καλόν, πρὸς δὲ τὸ αἰσχρόν, οὐδʼ ἔνθα μὲν καλόν, ἔνθα δὲ αἰσχρόν, ὡς τισὶ μὲν ὂν καλόν, τισὶ δὲ αἰσχρόν· οὐδʼ αὖ φαντασθήσεται αὐτῷ τὸ καλὸν οἷον πρόσωπόν τι οὐδὲ χεῖρες οὐδὲ ἄλλο οὐδὲν ὧν σῶμα μετέχει, οὐδέ τις λόγος οὐδέ τις ἐπιστήμη, οὐδέ που ὂν ἐν ἑτέρῳ τινι, οἷον ἐν ζῴῳ ἢ ἐν γῇ ἢ ἐν οὐρανῷ
Symposium (Jowett) ¶87 [St. 211d]

by another, to the things of love, is to begin from the beauties of earth and mount upwards for the sake of that other beauty, using these as steps only, and from one going on to two, and from two to all fair forms, and from fair forms to fair practices, and from fair practices to fair notions, until from fair notions he arrives at the notion of absolute beauty, and at last knows what the essence of beauty is. This, my dear Socrates,' said the stranger of Mantineia, 'is that life above all others which man should live, in the contemplation of beauty absolute; a beauty which if you once beheld, you would see not to be after the measure of gold, and garments, and fair boys and youths, whose presence now entrances you; and you and many a one would be content to live seeing them only and conversing with them without meat or drink, if that were possible - you only want to look at them and to be with them. But what if man had eyes to see the true beauty - the divine beauty, I mean, pure and clear and unalloyed, not clogged with the pollutions of mortality and all the colours and vanities of human life - thither looking, and holding converse with the true beauty simple and divine? Remember

Greek · ed. Burnetκαλόν. ἐνταῦθα τοῦ βίου, ὦ φίλε Σώκρατες, ἔφη ἡ Μαντινικὴ ξένη, εἴπερ που ἄλλοθι, βιωτὸν ἀνθρώπῳ, θεωμένῳ αὐτὸ τὸ καλόν. ὃ ἐάν ποτε ἴδῃς, οὐ κατὰ χρυσίον τε καὶ ἐσθῆτα καὶ τοὺς καλοὺς παῖδάς τε καὶ νεανίσκους δόξει σοι εἶναι, οὓς νῦν ὁρῶν ἐκπέπληξαι καὶ ἕτοιμος εἶ καὶ σὺ καὶ ἄλλοι πολλοί, ὁρῶντες τὰ παιδικὰ καὶ συνόντες ἀεὶ αὐτοῖς, εἴ πως οἷόν τʼ ἦν, μήτʼ ἐσθίειν μήτε πίνειν, ἀλλὰ θεᾶσθαι μόνον καὶ συνεῖναι. τί δῆτα, ἔφη, οἰόμεθα, εἴ τῳ γένοιτο
Symposium (Jowett) ¶88 [St. 211e-212a]

how in that communion only, beholding beauty with the eye of the mind, he will be enabled to bring forth, not images of beauty, but realities (for he has hold not of an image but of a reality), and bringing forth and nourishing true virtue to become the friend of God and be immortal, if mortal man may. Would that be an ignoble life?'

Greek · ed. Burnetαὐτὸ τὸ καλὸν ἰδεῖν εἰλικρινές, καθαρόν, ἄμεικτον, ἀλλὰ μὴ ἀνάπλεων σαρκῶν τε ἀνθρωπίνων καὶ χρωμάτων καὶ ἄλλης πολλῆς φλυαρίας θνητῆς, ἀλλʼ αὐτὸ τὸ θεῖον καλὸν δύναιτο μονοειδὲς κατιδεῖν; ἆρʼ οἴει, ἔφη, φαῦλον βίον
Greek · ed. Burnetγίγνεσθαι ἐκεῖσε βλέποντος ἀνθρώπου καὶ ἐκεῖνο ᾧ δεῖ θεωμένου καὶ συνόντος αὐτῷ; ἢ οὐκ ἐνθυμῇ, ἔφη, ὅτι ἐνταῦθα αὐτῷ μοναχοῦ γενήσεται, ὁρῶντι ᾧ ὁρατὸν τὸ καλόν, τίκτειν οὐκ εἴδωλα ἀρετῆς, ἅτε οὐκ εἰδώλου ἐφαπτομένῳ, ἀλλὰ ἀληθῆ, ἅτε τοῦ ἀληθοῦς ἐφαπτομένῳ· τεκόντι δὲ ἀρετὴν ἀληθῆ καὶ θρεψαμένῳ ὑπάρχει θεοφιλεῖ γενέσθαι, καὶ εἴπέρ τῳ ἄλλῳ ἀνθρώπων ἀθανάτῳ καὶ ἐκείνῳ;
Symposium (Jowett) ¶89 [St. 212b]

Such, Phaedrus - and I speak not only to you, but to all of you - were the words of Diotima; and I am persuaded of their truth. And being persuaded of them, I try to persuade others, that in the attainment of this end human nature will not easily find a helper better than love: And therefore, also, I say that every man ought to honour him as I myself honour him, and walk in his ways, and exhort others to do the same, and praise the power and spirit of love according to the measure of my ability now and ever. The words which I have spoken, you, Phaedrus, may call an encomium of love, or anything else which you please.

Greek · ed. Burnetταῦτα δή, ὦ Φαῖδρέ τε καὶ οἱ ἄλλοι, ἔφη μὲν Διοτίμα, πέπεισμαι δʼ ἐγώ· πεπεισμένος δὲ πειρῶμαι καὶ τοὺς ἄλλους πείθειν ὅτι τούτου τοῦ κτήματος τῇ ἀνθρωπείᾳ φύσει συνεργὸν ἀμείνω Ἔρωτος οὐκ ἄν τις ῥᾳδίως λάβοι. διὸ δὴ ἔγωγέ φημι χρῆναι πάντα ἄνδρα τὸν ἔρωτα τιμᾶν, καὶ αὐτὸς τιμῶ τὰ ἐρωτικὰ καὶ διαφερόντως ἀσκῶ, καὶ τοῖς ἄλλοις παρακελεύομαι, καὶ νῦν τε καὶ ἀεὶ ἐγκωμιάζω τὴν δύναμιν καὶ ἀνδρείαν τοῦ Ἔρωτος καθʼ ὅσον οἷός τʼ εἰμί. τοῦτον
Symposium (Jowett) ¶90 [St. 212c-213a]

When Socrates had done speaking, the company applauded, and Aristophanes was beginning to say something in answer to the allusion which Socrates had made to his own speech, when suddenly there was a great knocking at the door of the house, as of revellers, and the sound of a flute-girl was heard. Agathon told the attendants to go and see who were the intruders. 'If they are friends of ours,' he said, 'invite them in, but if not, say that the drinking is over.' A little while afterwards they heard the voice of Alcibiades resounding in the court; he was in a great state of intoxication, and kept roaring and shouting 'Where is Agathon? Lead me to Agathon,' and at length, supported by the flute-girl and some of his attendants, he found his way to them. 'Hail, friends,' he said, appearing at the door crowned with a massive garland of ivy and violets, his head flowing with ribands. 'Will you have a very drunken man as a companion of your revels? Or shall I crown Agathon, which was my intention in coming, and go away? For I was unable to come yesterday, and therefore I am here to-day, carrying on my head these ribands, that taking them from my own head, I may crown the head of this fairest and wisest of men, as I may be allowed to call him. Will you laugh at me because I am drunk? Yet I know very well that I am speaking the truth, although you may laugh. But first tell me; if I come in shall we have the understanding of which I spoke (supra Will you have a very drunken man? etc.)? Will you drink with me or not?'

Greek · ed. Burnetοὖν τὸν λόγον, ὦ Φαῖδρε, εἰ μὲν βούλει, ὡς ἐγκώμιον εἰς ἔρωτα νόμισον εἰρῆσθαι, εἰ δέ, ὅτι καὶ ὅπῃ χαίρεις ὀνομάζων, τοῦτο ὀνόμαζε. εἰπόντος δὲ ταῦτα τοῦ Σωκράτους τοὺς μὲν ἐπαινεῖν, τὸν δὲ Ἀριστοφάνη λέγειν τι ἐπιχειρεῖν, ὅτι ἐμνήσθη αὐτοῦ λέγων ὁ Σωκράτης περὶ τοῦ λόγου· καὶ ἐξαίφνης τὴν αὔλειον θύραν κρουομένην πολὺν ψόφον παρασχεῖν ὡς κωμαστῶν, καὶ αὐλητρίδος φωνὴν ἀκούειν. τὸν οὖν Ἀγάθωνα, παῖδες, φάναι,
Greek · ed. Burnetοὐ σκέψεσθε; καὶ ἐὰν μέν τις τῶν ἐπιτηδείων ᾖ, καλεῖτε· εἰ δὲ μή, λέγετε ὅτι οὐ πίνομεν ἀλλʼ ἀναπαυόμεθα ἤδη. καὶ οὐ πολὺ ὕστερον Ἀλκιβιάδου τὴν φωνὴν ἀκούειν ἐν τῇ αὐλῇ σφόδρα μεθύοντος καὶ μέγα βοῶντος, ἐρωτῶντος ὅπου Ἀγάθων καὶ κελεύοντος ἄγειν παρʼ Ἀγάθωνα. ἄγειν οὖν αὐτὸν παρὰ σφᾶς τήν τε αὐλητρίδα ὑπολαβοῦσαν καὶ ἄλλους τινὰς τῶν ἀκολούθων, καὶ ἐπιστῆναι ἐπὶ τὰς θύρας
Greek · ed. Burnetἐστεφανωμένον αὐτὸν κιττοῦ τέ τινι στεφάνῳ δασεῖ καὶ ἴων, καὶ ταινίας ἔχοντα ἐπὶ τῆς κεφαλῆς πάνυ πολλάς, καὶ εἰπεῖν· ἄνδρες, χαίρετε· μεθύοντα ἄνδρα πάνυ σφόδρα δέξεσθε συμπότην, ἢ ἀπίωμεν ἀναδήσαντες μόνον Ἀγάθωνα, ἐφʼ ᾧπερ ἤλθομεν; ἐγὼ γάρ τοι, φάναι, χθὲς μὲν οὐχ οἷός τʼ ἐγενόμην ἀφικέσθαι, νῦν δὲ ἥκω ἐπὶ τῇ κεφαλῇ ἔχων τὰς ταινίας, ἵνα ἀπὸ τῆς ἐμῆς κεφαλῆς τὴν τοῦ σοφωτάτου καὶ καλλίστου κεφαλὴν ἐὰν εἴπω οὑτωσὶ ἀναδήσω. ἆρα καταγελάσεσθέ μου ὡς μεθύοντος; ἐγὼ δέ, κἂν ὑμεῖς
Symposium (Jowett) ¶91 [St. 213b]

The company were vociferous in begging that he would take his place among them, and Agathon specially invited him. Thereupon he was led in by the people who were with him; and as he was being led, intending to crown Agathon, he took the ribands from his own head and held them in front of his eyes; he was thus prevented from seeing Socrates, who made way for him, and Alcibiades took the vacant place between Agathon and Socrates, and in taking the place he embraced Agathon and crowned him. Take off his sandals, said Agathon, and let him make a third on the same couch. By all means; but who makes the third partner in our revels? said Alcibiades, turning round and starting up as he caught sight of Socrates. By Heracles, he said, what is this? here is Socrates always lying in wait for me, and always, as his way is, coming out at all sorts of unsuspected places: and now, what have you to say for yourself, and why are you lying here, where I perceive that you have contrived to find a place, not by a joker or lover of jokes, like Aristophanes, but by the fairest of the company?

Greek · ed. Burnetἐν μέσῳ Σωκράτους τε καὶ ἐκείνου· παραχωρῆσαι γὰρ τὸν Σωκράτη ὡς ἐκεῖνον κατιδεῖν. παρακαθεζόμενον δὲ αὐτὸν ἀσπάζεσθαί τε τὸν Ἀγάθωνα καὶ ἀναδεῖν. εἰπεῖν οὖν τὸν Ἀγάθωνα Ὑπολύετε, παῖδες, Ἀλκιβιάδην, ἵνα ἐκ τρίτων κατακέηται. πάνυ γε, εἰπεῖν τὸν Ἀλκιβιάδην· ἀλλὰ τίς ἡμῖν ὅδε τρίτος συμπότης; καὶ ἅμα μεταστρεφόμενον αὐτὸν ὁρᾶν τὸν Σωκράτη, ἰδόντα δὲ ἀναπηδῆσαι καὶ εἰπεῖν ὦ Ἡράκλεις, τουτὶ τί ἦν; Σωκράτης οὗτος; ἐλλοχῶν αὖ με ἐνταῦθα κατέκεισο,
Symposium (Jowett) ¶92 [St. 213c-213d]

Socrates turned to Agathon and said: I must ask you to protect me, Agathon; for the passion of this man has grown quite a serious matter to me. Since I became his admirer I have never been allowed to speak to any other fair one, or so much as to look at them. If I do, he goes wild with envy and jealousy, and not only abuses me but can hardly keep his hands off me, and at this moment he may do me some harm. Please to see to this, and either reconcile me to him, or, if he attempts violence, protect me, as I am in bodily fear of his mad and passionate attempts. There can never be reconciliation between you and me, said Alcibiades; but for the present I will defer your chastisement. And I must beg you, Agathon, to give me back some of the ribands that I may crown the marvellous head of this universal despot - I would not have him complain of me for crowning you, and neglecting him, who in conversation is the conqueror of all mankind; and this not only once, as you were the day before yesterday, but always. Whereupon, taking some of the ribands, he crowned Socrates, and again reclined.

Greek · ed. Burnetὥσπερ εἰώθεις ἐξαίφνης ἀναφαίνεσθαι ὅπου ἐγὼ ᾤμην ἥκιστά σε ἔσεσθαι. καὶ νῦν τί ἥκεις; καὶ τί αὖ ἐνταῦθα κατεκλίνης; ὡς οὐ παρὰ Ἀριστοφάνει οὐδὲ εἴ τις ἄλλος γελοῖος ἔστι τε καὶ βούλεται, ἀλλὰ διεμηχανήσω ὅπως παρὰ τῷ καλλίστῳ τῶν ἔνδον κατακείσῃ. καὶ τὸν Σωκράτη, Ἀγάθων, φάναι, ὅρα εἴ μοι ἐπαμύνεις· ὡς ἐμοὶ ὁ τούτου ἔρως τοῦ ἀνθρώπου οὐ φαῦλον πρᾶγμα γέγονεν. ἀπʼ ἐκείνου γὰρ τοῦ χρόνου, ἀφʼ οὗ τούτου
Greek · ed. Burnetἠράσθην, οὐκέτι ἔξεστίν μοι οὔτε προσβλέψαι οὔτε διαλεχθῆναι καλῷ οὐδʼ ἑνί, ἢ οὑτοσὶ ζηλοτυπῶν με καὶ φθονῶν θαυμαστὰ ἐργάζεται καὶ λοιδορεῖταί τε καὶ τὼ χεῖρε μόγις ἀπέχεται. ὅρα οὖν μή τι καὶ νῦν ἐργάσηται, ἀλλὰ διάλλαξον ἡμᾶς, ἢ ἐὰν ἐπιχειρῇ βιάζεσθαι, ἐπάμυνε, ὡς ἐγὼ τὴν τούτου μανίαν τε καὶ φιλεραστίαν πάνυ ὀρρωδῶ. ἀλλʼ οὐκ ἔστι, φάναι τὸν Ἀλκιβιάδην, ἐμοὶ καὶ σοὶ διαλλαγή. ἀλλὰ τούτων μὲν εἰς αὖθίς σε τιμωρήσομαι· νῦν
Symposium (Jowett) ¶93 [St. 213e-214a]

Then he said: You seem, my friends, to be sober, which is a thing not to be endured; you must drink - for that was the agreement under which I was admitted - and I elect myself master of the feast until you are well drunk. Let us have a large goblet, Agathon, or rather, he said, addressing the attendant, bring me that wine-cooler. The wine-cooler which had caught his eye was a vessel holding more than two quarts - this he filled and emptied, and bade the attendant fill it again for Socrates. Observe, my friends, said Alcibiades, that this ingenious trick of mine will have no effect on Socrates, for he can drink any quantity of wine and not be at all nearer being drunk. Socrates drank the cup which the attendant filled for him. Eryximachus said: What is this, Alcibiades? Are we to have neither conversation nor singing over our cups; but simply to drink as if we were thirsty? Alcibiades replied: Hail, worthy son of a most wise and worthy sire! The same to you, said Eryximachus; but what shall we do? That I leave to you, said Alcibiades. 'The wise physician skilled our wounds to heal (from Pope's Homer, Il.)' shall prescribe and we will obey. What do you want?

Greek · ed. Burnetδέ μοι, Ἀγάθων, φάναι, μετάδος τῶν ταινιῶν, ἵνα ἀναδήσω καὶ τὴν τούτου ταυτηνὶ τὴν θαυμαστὴν κεφαλήν, καὶ μή μοι μέμφηται ὅτι σὲ μὲν ἀνέδησα, αὐτὸν δὲ νικῶντα ἐν λόγοις πάντας ἀνθρώπους, οὐ μόνον πρῴην ὥσπερ σύ, ἀλλʼ ἀεί, ἔπειτα οὐκ ἀνέδησα. καὶ ἅμʼ αὐτὸν λαβόντα τῶν ταινιῶν ἀναδεῖν τὸν Σωκράτη καὶ κατακλίνεσθαι. ἐπειδὴ δὲ κατεκλίνη, εἰπεῖν· εἶεν δή, ἄνδρες· δοκεῖτε γάρ μοι νήφειν. οὐκ ἐπιτρεπτέον οὖν ὑμῖν, ἀλλὰ ποτέον· ὡμολόγηται γὰρ ταῦθʼ ἡμῖν. ἄρχοντα οὖν αἱροῦμαι τῆς πόσεως, ἕως ἂν ὑμεῖς ἱκανῶς πίητε, ἐμαυτόν. ἀλλὰ φερέτω, Ἀγάθων, εἴ τι ἔστιν ἔκπωμα μέγα. μᾶλλον δὲ οὐδὲν δεῖ, ἀλλὰ φέρε, παῖ, φάναι, τὸν ψυκτῆρα ἐκεῖνον, ἰδόντα αὐτὸν
Greek · ed. Burnetπλέον ἢ ὀκτὼ κοτύλας χωροῦντα. τοῦτον ἐμπλησάμενον πρῶτον μὲν αὐτὸν ἐκπιεῖν, ἔπειτα τῷ Σωκράτει κελεύειν ἐγχεῖν καὶ ἅμα εἰπεῖν· πρὸς μὲν Σωκράτη, ὦ ἄνδρες, τὸ σόφισμά μοι οὐδέν· ὁπόσον γὰρ ἂν κελεύῃ τις, τοσοῦτον ἐκπιὼν οὐδὲν μᾶλλον μή ποτε μεθυσθῇ. τὸν μὲν οὖν Σωκράτη ἐγχέαντος τοῦ παιδὸς πίνειν· τὸν δʼ Ἐρυξίμαχον πῶς οὖν, φάναι, ὦ Ἀλκιβιάδη, ποιοῦμεν;
Symposium (Jowett) ¶94 [St. 214b-214d]

Well, said Eryximachus, before you appeared we had passed a resolution that each one of us in turn should make a speech in praise of love, and as good a one as he could: the turn was passed round from left to right; and as all of us have spoken, and you have not spoken but have well drunken, you ought to speak, and then impose upon Socrates any task which you please, and he on his right hand neighbour, and so on. That is good, Eryximachus, said Alcibiades; and yet the comparison of a drunken man's speech with those of sober men is hardly fair; and I should like to know, sweet friend, whether you really believe what Socrates was just now saying; for I can assure you that the very reverse is the fact, and that if I praise any one but himself in his presence, whether God or man, he will hardly keep his hands off me. For shame, said Socrates. Hold your tongue, said Alcibiades, for by Poseidon, there is no one else whom I will praise when you are of the company. Well then, said Eryximachus, if you like praise Socrates. What do you think, Eryximachus? said Alcibiades: shall I attack him and inflict the punishment before you all?

Greek · ed. Burnetοὕτως οὔτε τι λέγομεν ἐπὶ τῇ κύλικι οὔτε τι ᾁδομεν, ἀλλʼ ἀτεχνῶς ὥσπερ οἱ διψῶντες πιόμεθα; τὸν οὖν Ἀλκιβιάδην εἰπεῖν ὦ Ἐρυξίμαχε, βέλτιστε βελτίστου πατρὸς καὶ σωφρονεστάτου, χαῖρε. καὶ γὰρ σύ, φάναι τὸν Ἐρυξίμαχον· ἀλλὰ τί ποιῶμεν; ὅτι ἂν σὺ κελεύῃς. δεῖ γάρ σοι πείθεσθαι· ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων· ἐπίταττε οὖν ὅτι βούλει. ἄκουσον δή, εἰπεῖν τὸν Ἐρυξίμαχον. ἡμῖν πρὶν σὲ εἰσελθεῖν ἔδοξε χρῆναι ἐπὶ δεξιὰ ἕκαστον ἐν μέρει λόγον
Greek · ed. Burnetπερὶ Ἔρωτος εἰπεῖν ὡς δύναιτο κάλλιστον, καὶ ἐγκωμιάσαι. οἱ μὲν οὖν ἄλλοι πάντες ἡμεῖς εἰρήκαμεν· σὺ δʼ ἐπειδὴ οὐκ εἴρηκας καὶ ἐκπέπωκας, δίκαιος εἶ εἰπεῖν, εἰπὼν δὲ ἐπιτάξαι Σωκράτει ὅτι ἂν βούλῃ, καὶ τοῦτον τῷ ἐπὶ δεξιὰ καὶ οὕτω τοὺς ἄλλους. ἀλλά, φάναι, ὦ Ἐρυξίμαχε, τὸν Ἀλκιβιάδην, καλῶς μὲν λέγεις, μεθύοντα δὲ ἄνδρα παρὰ νηφόντων λόγους παραβάλλειν μὴ οὐκ ἐξ ἴσου ᾖ. καὶ ἅμα, ὦ μακάριε, πείθει τί
Greek · ed. Burnetσε Σωκράτης ὧν ἄρτι εἶπεν; ἢ οἶσθα ὅτι τοὐναντίον ἐστὶ πᾶν ἢ ὃ ἔλεγεν; οὗτος γάρ, ἐάν τινα ἐγὼ ἐπαινέσω τούτου παρόντος ἢ θεὸν ἢ ἄνθρωπον ἄλλον ἢ τοῦτον, οὐκ ἀφέξεταί μου τὼ χεῖρε. οὐκ εὐφημήσεις; φάναι τὸν Σωκράτη. μὰ τὸν Ποσειδῶ, εἰπεῖν τὸν Ἀλκιβιάδην, μηδὲν λέγε πρὸς ταῦτα, ὡς ἐγὼ οὐδʼ ἂν ἕνα ἄλλον ἐπαινέσαιμι σοῦ παρόντος. ἀλλʼ οὕτω ποίει, φάναι τὸν Ἐρυξίμαχον, εἰ βούλει· Σωκράτη ἐπαίνεσον.
Symposium (Jowett) ¶95 [St. 214e-215a]

What are you about? said Socrates; are you going to raise a laugh at my expense? Is that the meaning of your praise? I am going to speak the truth, if you will permit me. I not only permit, but exhort you to speak the truth. Then I will begin at once, said Alcibiades, and if I say anything which is not true, you may interrupt me if you will, and say 'that is a lie,' though my intention is to speak the truth. But you must not wonder if I speak any how as things come into my mind; for the fluent and orderly enumeration of all your singularities is not a task which is easy to a man in my condition.

Greek · ed. Burnetπῶς λέγεις; εἰπεῖν τὸν Ἀλκιβιάδην· δοκεῖ χρῆναι, ὦ Ἐρυξίμαχε; ἐπιθῶμαι τῷ ἀνδρὶ καὶ τιμωρήσωμαι ὑμῶν ἐναντίον; οὗτος, φάναι τὸν Σωκράτη, τί ἐν νῷ ἔχεις; ἐπὶ τὰ γελοιότερά με ἐπαινέσαι; ἢ τί ποιήσεις; τἀληθῆ ἐρῶ. ἀλλʼ ὅρα εἰ παρίης. ἀλλὰ μέντοι, φάναι, τά γε ἀληθῆ παρίημι καὶ κελεύω λέγειν. οὐκ ἂν φθάνοιμι, εἰπεῖν τὸν Ἀλκιβιάδην. καὶ μέντοι οὑτωσὶ ποίησον. ἐάν τι μὴ ἀληθὲς λέγω, μεταξὺ ἐπιλαβοῦ, ἂν βούλῃ, καὶ εἰπὲ ὅτι τοῦτο ψεύδομαι· ἑκὼν γὰρ εἶναι οὐδὲν
Greek · ed. Burnetψεύσομαι. ἐὰν μέντοι ἀναμιμνῃσκόμενος ἄλλο ἄλλοθεν λέγω, μηδὲν θαυμάσῃς· οὐ γάρ τι ῥᾴδιον τὴν σὴν ἀτοπίαν ὧδʼ ἔχοντι εὐπόρως καὶ ἐφεξῆς καταριθμῆσαι. Σωκράτη δʼ ἐγὼ ἐπαινεῖν, ὦ ἄνδρες, οὕτως ἐπιχειρήσω, διʼ εἰκόνων. οὗτος μὲν οὖν ἴσως οἰήσεται ἐπὶ τὰ γελοιότερα, ἔσται δʼ ἡ εἰκὼν τοῦ ἀληθοῦς ἕνεκα, οὐ τοῦ γελοίου. φημὶ γὰρ δὴ ὁμοιότατον αὐτὸν εἶναι τοῖς σιληνοῖς τούτοις τοῖς
Symposium (Jowett) ¶96 [St. 215b-215c]

And now, my boys, I shall praise Socrates in a figure which will appear to him to be a caricature, and yet I speak, not to make fun of him, but only for the truth's sake. I say, that he is exactly like the busts of Silenus, which are set up in the statuaries' shops, holding pipes and flutes in their mouths; and they are made to open in the middle, and have images of gods inside them. I say also that he is like Marsyas the satyr. You yourself will not deny, Socrates, that your face is like that of a satyr. Aye, and there is a resemblance in other points too. For example, you are a bully, as I can prove by witnesses, if you will not confess. And are you not a flute-player? That you are, and a performer far more wonderful than Marsyas. He indeed with instruments used to charm the souls of men by the power of his breath, and the players of his music do so still: for the melodies of Olympus (compare Arist. Pol.) are derived from Marsyas who taught them, and these, whether they are played by a great master or by a miserable flute-girl, have a power which no others have; they alone possess the soul and reveal the wants of

Greek · ed. Burnetἐν τοῖς ἑρμογλυφείοις καθημένοις, οὕστινας ἐργάζονται οἱ δημιουργοὶ σύριγγας ἢ αὐλοὺς ἔχοντας, οἳ διχάδε διοιχθέντες φαίνονται ἔνδοθεν ἀγάλματα ἔχοντες θεῶν. καὶ φημὶ αὖ ἐοικέναι αὐτὸν τῷ σατύρῳ τῷ Μαρσύᾳ. ὅτι μὲν οὖν τό γε εἶδος ὅμοιος εἶ τούτοις, ὦ Σώκρατες, οὐδʼ αὐτὸς ἄν που ἀμφισβητήσαις· ὡς δὲ καὶ τἆλλα ἔοικας, μετὰ τοῦτο ἄκουε. ὑβριστὴς εἶ· ἢ οὔ; ἐὰν γὰρ μὴ ὁμολογῇς, μάρτυρας παρέξομαι. ἀλλʼ οὐκ αὐλητής; πολύ γε θαυμασιώτερος ἐκείνου.
Greek · ed. Burnetὁ μέν γε διʼ ὀργάνων ἐκήλει τοὺς ἀνθρώπους τῇ ἀπὸ τοῦ στόματος δυνάμει, καὶ ἔτι νυνὶ ὃς ἂν τὰ ἐκείνου αὐλῇ—ἃ γὰρ Ὄλυμπος ηὔλει, Μαρσύου λέγω, τούτου διδάξαντος—τὰ οὖν ἐκείνου ἐάντε ἀγαθὸς αὐλητὴς αὐλῇ ἐάντε φαύλη αὐλητρίς, μόνα κατέχεσθαι ποιεῖ καὶ δηλοῖ τοὺς τῶν θεῶν τε καὶ τελετῶν δεομένους διὰ τὸ θεῖα εἶναι. σὺ δʼ ἐκείνου τοσοῦτον μόνον διαφέρεις, ὅτι ἄνευ ὀργάνων ψιλοῖς λόγοις ταὐτὸν
Symposium (Jowett) ¶97 [St. 215d-215e]

those who have need of gods and mysteries, because they are divine. But you produce the same effect with your words only, and do not require the flute: that is the difference between you and him. When we hear any other speaker, even a very good one, he produces absolutely no effect upon us, or not much, whereas the mere fragments of you and your words, even at second-hand, and however imperfectly repeated, amaze and possess the souls of every man, woman, and child who comes within hearing of them. And if I were not afraid that you would think me hopelessly drunk, I would have sworn as well as spoken to the influence which they have always had and still have over me. For my heart leaps within me more than that of any Corybantian reveller, and my eyes rain tears when I hear them. And I observe that many others are affected in the same manner. I have heard Pericles and other great orators, and I thought that they spoke well, but I never had any similar feeling; my soul was not stirred by them, nor was I angry at the thought of my own slavish state. But this Marsyas has often brought me to such a pass, that I have felt as if I could hardly endure

Greek · ed. Burnetτοῦτο ποιεῖς. ἡμεῖς γοῦν ὅταν μέν του ἄλλου ἀκούωμεν λέγοντος καὶ πάνυ ἀγαθοῦ ῥήτορος ἄλλους λόγους, οὐδὲν μέλει ὡς ἔπος εἰπεῖν οὐδενί· ἐπειδὰν δὲ σοῦ τις ἀκούῃ ἢ τῶν σῶν λόγων ἄλλου λέγοντος, κἂν πάνυ φαῦλος ᾖ ὁ λέγων, ἐάντε γυνὴ ἀκούῃ ἐάντε ἀνὴρ ἐάντε μειράκιον, ἐκπεπληγμένοι ἐσμὲν καὶ κατεχόμεθα. ἐγὼ γοῦν, ὦ ἄνδρες, εἰ μὴ ἔμελλον κομιδῇ δόξειν μεθύειν, εἶπον ὀμόσας ἂν ὑμῖν οἷα δὴ πέπονθα αὐτὸς ὑπὸ τῶν τούτου λόγων καὶ πάσχω ἔτι καὶ
Greek · ed. Burnetνυνί. ὅταν γὰρ ἀκούω, πολύ μοι μᾶλλον ἢ τῶν κορυβαντιώντων ἥ τε καρδία πηδᾷ καὶ δάκρυα ἐκχεῖται ὑπὸ τῶν λόγων τῶν τούτου, ὁρῶ δὲ καὶ ἄλλους παμπόλλους τὰ αὐτὰ πάσχοντας· Περικλέους δὲ ἀκούων καὶ ἄλλων ἀγαθῶν ῥητόρων εὖ μὲν ἡγούμην λέγειν, τοιοῦτον δʼ οὐδὲν ἔπασχον, οὐδʼ ἐτεθορύβητό μου ἡ ψυχὴ οὐδʼ ἠγανάκτει ὡς ἀνδραποδωδῶς διακειμένου, ἀλλʼ ὑπὸ τουτουῒ τοῦ Μαρσύου πολλάκις δὴ
Symposium (Jowett) ¶98 [St. 216a-216b]

the life which I am leading (this, Socrates, you will admit); and I am conscious that if I did not shut my ears against him, and fly as from the voice of the siren, my fate would be like that of others, - he would transfix me, and I should grow old sitting at his feet. For he makes me confess that I ought not to live as I do, neglecting the wants of my own soul, and busying myself with the concerns of the Athenians; therefore I hold my ears and tear myself away from him. And he is the only person who ever made me ashamed, which you might think not to be in my nature, and there is no one else who does the same. For I know that I cannot answer him or say that I ought not to do as he bids, but when I leave his presence the love of popularity gets the better of me. And therefore I run away and fly from him, and when I see him I am ashamed of what I have confessed to him. Many a time have I wished that he were dead, and yet I know that I should be much more sorry than glad, if he were to die: so that I am at my wit's end.

Greek · ed. Burnetοὕτω διετέθην ὥστε μοι δόξαι μὴ βιωτὸν εἶναι ἔχοντι ὡς ἔχω. καὶ ταῦτα, ὦ Σώκρατες, οὐκ ἐρεῖς ὡς οὐκ ἀληθῆ. καὶ ἔτι γε νῦν σύνοιδʼ ἐμαυτῷ ὅτι εἰ ἐθέλοιμι παρέχειν τὰ ὦτα, οὐκ ἂν καρτερήσαιμι ἀλλὰ ταὐτὰ ἂν πάσχοιμι. ἀναγκάζει γάρ με ὁμολογεῖν ὅτι πολλοῦ ἐνδεὴς ὢν αὐτὸς ἔτι ἐμαυτοῦ μὲν ἀμελῶ, τὰ δʼ Ἀθηναίων πράττω. βίᾳ οὖν ὥσπερ ἀπὸ τῶν Σειρήνων ἐπισχόμενος τὰ ὦτα οἴχομαι φεύγων, ἵνα μὴ αὐτοῦ καθήμενος παρὰ τούτῳ καταγηράσω. πέπονθα δὲ
Greek · ed. Burnetπρὸς τοῦτον μόνον ἀνθρώπων, ὃ οὐκ ἄν τις οἴοιτο ἐν ἐμοὶ ἐνεῖναι, τὸ αἰσχύνεσθαι ὁντινοῦν· ἐγὼ δὲ τοῦτον μόνον αἰσχύνομαι. σύνοιδα γὰρ ἐμαυτῷ ἀντιλέγειν μὲν οὐ δυναμένῳ ὡς οὐ δεῖ ποιεῖν ἃ οὗτος κελεύει, ἐπειδὰν δὲ ἀπέλθω, ἡττημένῳ τῆς τιμῆς τῆς ὑπὸ τῶν πολλῶν. δραπετεύω οὖν αὐτὸν καὶ φεύγω, καὶ ὅταν ἴδω, αἰσχύνομαι τὰ ὡμολογημένα.
Symposium (Jowett) ¶99 [St. 216c-216e]

And this is what I and many others have suffered from the flute-playing of this satyr. Yet hear me once more while I show you how exact the image is, and how marvellous his power. For let me tell you; none of you know him; but I will reveal him to you; having begun, I must go on. See you how fond he is of the fair? He is always with them and is always being smitten by them, and then again he knows nothing and is ignorant of all things - such is the appearance which he puts on. Is he not like a Silenus in this? To be sure he is: his outer mask is the carved head of the Silenus; but, O my companions in drink, when he is opened, what temperance there is residing within! Know you that beauty and wealth and honour, at which the many wonder, are of no account with him, and are utterly despised by him: he regards not at all the persons who are gifted with them; mankind are nothing to him; all his life is spent in mocking and flouting at them. But when I opened him, and looked within at his serious purpose, I saw in him divine and golden images of such fascinating beauty that I was ready to do

Greek · ed. Burnetκαὶ πολλάκις μὲν ἡδέως ἂν ἴδοιμι αὐτὸν μὴ ὄντα ἐν ἀνθρώποις· εἰ δʼ αὖ τοῦτο γένοιτο, εὖ οἶδα ὅτι πολὺ μεῖζον ἂν ἀχθοίμην, ὥστε οὐκ ἔχω ὅτι χρήσωμαι τούτῳ τῷ ἀνθρώπῳ. καὶ ὑπὸ μὲν δὴ τῶν αὐλημάτων καὶ ἐγὼ καὶ ἄλλοι πολλοὶ τοιαῦτα πεπόνθασιν ὑπὸ τοῦδε τοῦ σατύρου· ἄλλα δὲ ἐμοῦ ἀκούσατε ὡς ὅμοιός τʼ ἐστὶν οἷς ἐγὼ ᾔκασα αὐτὸν καὶ τὴν δύναμιν ὡς θαυμασίαν ἔχει. εὖ γὰρ ἴστε ὅτι οὐδεὶς ὑμῶν
Greek · ed. Burnetτοῦτον γιγνώσκει· ἀλλὰ ἐγὼ δηλώσω, ἐπείπερ ἠρξάμην. ὁρᾶτε γὰρ ὅτι Σωκράτης ἐρωτικῶς διάκειται τῶν καλῶν καὶ ἀεὶ περὶ τούτους ἐστὶ καὶ ἐκπέπληκται, καὶ αὖ ἀγνοεῖ πάντα καὶ οὐδὲν οἶδεν. ὡς τὸ σχῆμα αὐτοῦ τοῦτο οὐ σιληνῶδες; σφόδρα γε. τοῦτο γὰρ οὗτος ἔξωθεν περιβέβληται, ὥσπερ ὁ γεγλυμμένος σιληνός· ἔνδοθεν δὲ ἀνοιχθεὶς πόσης οἴεσθε γέμει, ὦ ἄνδρες συμπόται, σωφροσύνης; ἴστε ὅτι οὔτε εἴ τις καλός ἐστι μέλει αὐτῷ οὐδέν, ἀλλὰ καταφρονεῖ τοσοῦτον
Greek · ed. Burnetὅσον οὐδʼ ἂν εἷς οἰηθείη, οὔτʼ εἴ τις πλούσιος, οὔτʼ εἰ ἄλλην τινὰ τιμὴν ἔχων τῶν ὑπὸ πλήθους μακαριζομένων· ἡγεῖται δὲ πάντα ταῦτα τὰ κτήματα οὐδενὸς ἄξια καὶ ἡμᾶς οὐδὲν εἶναι—λέγω ὑμῖν—εἰρωνευόμενος δὲ καὶ παίζων πάντα τὸν βίον πρὸς τοὺς ἀνθρώπους διατελεῖ. σπουδάσαντος δὲ αὐτοῦ καὶ ἀνοιχθέντος οὐκ οἶδα εἴ τις ἑώρακεν τὰ ἐντὸς ἀγάλματα· ἀλλʼ ἐγὼ ἤδη ποτʼ εἶδον, καί μοι ἔδοξεν οὕτω θεῖα καὶ
Symposium (Jowett) ¶100 [St. 217a-217b]

in a moment whatever Socrates commanded: they may have escaped the observation of others, but I saw them. Now I fancied that he was seriously enamoured of my beauty, and I thought that I should therefore have a grand opportunity of hearing him tell what he knew, for I had a wonderful opinion of the attractions of my youth. In the prosecution of this design, when I next went to him, I sent away the attendant who usually accompanied me (I will confess the whole truth, and beg you to listen; and if I speak falsely, do you, Socrates, expose the falsehood). Well, he and I were alone together, and I thought that when there was nobody with us, I should hear him speak the language which lovers use to their loves when they are by themselves, and I was delighted. Nothing of the sort; he conversed as usual, and spent the day with me and then went away. Afterwards I challenged him to the palaestra; and he wrestled and closed with me several times when there was no one present; I fancied that I might succeed in this manner. Not a bit; I made no way with him. Lastly, as I had failed hitherto, I thought that I must take stronger measures and attack him boldly, and, as I

Greek · ed. Burnetχρυσᾶ εἶναι καὶ πάγκαλα καὶ θαυμαστά, ὥστε ποιητέον εἶναι ἔμβραχυ ὅτι κελεύοι Σωκράτης. ἡγούμενος δὲ αὐτὸν ἐσπουδακέναι ἐπὶ τῇ ἐμῇ ὥρᾳ ἕρμαιον ἡγησάμην εἶναι καὶ εὐτύχημα ἐμὸν θαυμαστόν, ὡς ὑπάρχον μοι χαρισαμένῳ Σωκράτει πάντʼ ἀκοῦσαι ὅσαπερ οὗτος ᾔδει· ἐφρόνουν γὰρ δὴ ἐπὶ τῇ ὥρᾳ θαυμάσιον ὅσον. ταῦτα οὖν διανοηθείς, πρὸ τοῦ οὐκ εἰωθὼς ἄνευ ἀκολούθου μόνος μετʼ αὐτοῦ γίγνεσθαι, τότε ἀποπέμπων
Greek · ed. Burnetτὸν ἀκόλουθον μόνος συνεγιγνόμην—δεῖ γὰρ πρὸς ὑμᾶς πάντα τἀληθῆ εἰπεῖν· ἀλλὰ προσέχετε τὸν νοῦν, καὶ εἰ ψεύδομαι, Σώκρατες, ἐξέλεγχε—συνεγιγνόμην γάρ, ὦ ἄνδρες, μόνος μόνῳ, καὶ ᾤμην αὐτίκα διαλέξεσθαι αὐτόν μοι ἅπερ ἂν ἐραστὴς παιδικοῖς ἐν ἐρημίᾳ διαλεχθείη, καὶ ἔχαιρον. τούτων δʼ οὐ μάλα ἐγίγνετο οὐδέν, ἀλλʼ ὥσπερ εἰώθει διαλεχθεὶς ἄν μοι καὶ συνημερεύσας ᾤχετο ἀπιών. μετὰ ταῦτα συγγυμνάζεσθαι
Symposium (Jowett) ¶101 [St. 217c-217d]

had begun, not give him up, but see how matters stood between him and me. So I invited him to sup with me, just as if he were a fair youth, and I a designing lover. He was not easily persuaded to come; he did, however, after a while accept the invitation, and when he came the first time, he wanted to go away at once as soon as supper was over, and I had not the face to detain him. The second time, still in pursuance of my design, after we had supped, I went on conversing far into the night, and when he wanted to go away, I pretended that the hour was late and that he had much better remain. So he lay down on the couch next to me, the same on which he had supped, and there was no one but ourselves sleeping in the apartment. All this may be told without shame to any one. But what follows I could hardly tell you if I were sober. Yet as the proverb says, 'In vino veritas,' whether with boys, or without them (In allusion to two proverbs.); and therefore I must speak. Nor, again, should I be justified in concealing the lofty actions of Socrates when I come to praise him. Moreover I have felt

Greek · ed. Burnetπρουκαλούμην αὐτὸν καὶ συνεγυμναζόμην, ὥς τι ἐνταῦθα περανῶν. συνεγυμνάζετο οὖν μοι καὶ προσεπάλαιεν πολλάκις οὐδενὸς παρόντος· καὶ τί δεῖ λέγειν; οὐδὲν γάρ μοι πλέον ἦν. ἐπειδὴ δὲ οὐδαμῇ ταύτῃ ἥνυτον, ἔδοξέ μοι ἐπιθετέον εἶναι τῷ ἀνδρὶ κατὰ τὸ καρτερὸν καὶ οὐκ ἀνετέον, ἐπειδήπερ ἐνεκεχειρήκη, ἀλλὰ ἰστέον ἤδη τί ἐστι τὸ πρᾶγμα. προκαλοῦμαι δὴ αὐτὸν πρὸς τὸ συνδειπνεῖν, ἀτεχνῶς ὥσπερ ἐραστὴς παιδικοῖς ἐπιβουλεύων. καί μοι οὐδὲ τοῦτο ταχὺ
Greek · ed. Burnetὑπήκουσεν, ὅμως δʼ οὖν χρόνῳ ἐπείσθη. ἐπειδὴ δὲ ἀφίκετο τὸ πρῶτον, δειπνήσας ἀπιέναι ἐβούλετο. καὶ τότε μὲν αἰσχυνόμενος ἀφῆκα αὐτόν· αὖθις δʼ ἐπιβουλεύσας, ἐπειδὴ ἐδεδειπνήκεμεν διελεγόμην ἀεὶ πόρρω τῶν νυκτῶν, καὶ ἐπειδὴ ἐβούλετο ἀπιέναι, σκηπτόμενος ὅτι ὀψὲ εἴη, προσηνάγκασα αὐτὸν μένειν. ἀνεπαύετο οὖν ἐν τῇ ἐχομένῃ ἐμοῦ κλίνῃ, ἐν ᾗπερ ἐδείπνει, καὶ οὐδεὶς ἐν τῷ οἰκήματι ἄλλος καθηῦδεν ἢ
Symposium (Jowett) ¶102 [St. 217e-218a]

the serpent's sting; and he who has suffered, as they say, is willing to tell his fellow-sufferers only, as they alone will be likely to understand him, and will not be extreme in judging of the sayings or doings which have been wrung from his agony. For I have been bitten by a more than viper's tooth; I have known in my soul, or in my heart, or in some other part, that worst of pangs, more violent in ingenuous youth than any serpent's tooth, the pang of philosophy, which will make a man say or do anything. And you whom I see around me, Phaedrus and Agathon and Eryximachus and Pausanias and Aristodemus and Aristophanes, all of you, and I need not say Socrates himself, have had experience of the same madness and passion in your longing after wisdom. Therefore listen and excuse my doings then and my sayings now. But let the attendants and other profane and unmannered persons close up the doors of their ears.

Greek · ed. Burnetἡμεῖς. μέχρι μὲν οὖν δὴ δεῦρο τοῦ λόγου καλῶς ἂν ἔχοι καὶ πρὸς ὁντινοῦν λέγειν· τὸ δʼ ἐντεῦθεν οὐκ ἄν μου ἠκούσατε λέγοντος, εἰ μὴ πρῶτον μέν, τὸ λεγόμενον, οἶνος ἄνευ τε παίδων καὶ μετὰ παίδων ἦν ἀληθής, ἔπειτα ἀφανίσαι Σωκράτους ἔργον ὑπερήφανον εἰς ἔπαινον ἐλθόντα ἄδικόν μοι φαίνεται. ἔτι δὲ τὸ τοῦ δηχθέντος ὑπὸ τοῦ ἔχεως πάθος κἄμʼ ἔχει. φασὶ γάρ πού τινα τοῦτο παθόντα οὐκ ἐθέλειν λέγειν οἷον ἦν πλὴν τοῖς δεδηγμένοις, ὡς μόνοις γνωσομένοις
Greek · ed. Burnetτε καὶ συγγνωσομένοις εἰ πᾶν ἐτόλμα δρᾶν τε καὶ λέγειν ὑπὸ τῆς ὀδύνης. ἐγὼ οὖν δεδηγμένος τε ὑπὸ ἀλγεινοτέρου καὶ τὸ ἀλγεινότατον ὧν ἄν τις δηχθείη—τὴν καρδίαν γὰρ ἢ ψυχὴν ἢ ὅτι δεῖ αὐτὸ ὀνομάσαι πληγείς τε καὶ δηχθεὶς ὑπὸ τῶν ἐν φιλοσοφίᾳ λόγων, οἳ ἔχονται ἐχίδνης ἀγριώτερον, νέου ψυχῆς μὴ ἀφυοῦς ὅταν λάβωνται, καὶ ποιοῦσι δρᾶν τε καὶ λέγειν ὁτιοῦν—καὶ ὁρῶν αὖ Φαίδρους, Ἀγάθωνας,
Symposium (Jowett) ¶103 [St. 218b-218d]

When the lamp was put out and the servants had gone away, I thought that I must be plain with him and have no more ambiguity. So I gave him a shake, and I said: 'Socrates, are you asleep?' 'No,' he said. 'Do you know what I am meditating? 'What are you meditating?' he said. 'I think,' I replied, 'that of all the lovers whom I have ever had you are the only one who is worthy of me, and you appear to be too modest to speak. Now I feel that I should be a fool to refuse you this or any other favour, and therefore I come to lay at your feet all that I have and all that my friends have, in the hope that you will assist me in the way of virtue, which I desire above all things, and in which I believe that you can help me better than any one else. And I should certainly have more reason to be ashamed of what wise men would say if I were to refuse a favour to such as you, than of what the world, who are mostly fools, would say of me if I granted it.' To these words he replied in the ironical manner which is so characteristic of him: - 'Alcibiades, my friend, you

Greek · ed. BurnetἘρυξιμάχους, Παυσανίας, Ἀριστοδήμους τε καὶ Ἀριστοφάνας· Σωκράτη δὲ αὐτὸν τί δεῖ λέγειν, καὶ ὅσοι ἄλλοι; πάντες γὰρ κεκοινωνήκατε τῆς φιλοσόφου μανίας τε καὶ βακχείας—διὸ πάντες ἀκούσεσθε· συγγνώσεσθε γὰρ τοῖς τε τότε πραχθεῖσι καὶ τοῖς νῦν λεγομένοις. οἱ δὲ οἰκέται, καὶ εἴ τις ἄλλος ἐστὶν βέβηλός τε καὶ ἄγροικος, πύλας πάνυ μεγάλας τοῖς ὠσὶν ἐπίθεσθε. ἐπειδὴ γὰρ οὖν, ὦ ἄνδρες, ὅ τε λύχνος ἀπεσβήκει καὶ
Greek · ed. Burnetοἱ παῖδες ἔξω ἦσαν, ἔδοξέ μοι χρῆναι μηδὲν ποικίλλειν πρὸς αὐτόν, ἀλλʼ ἐλευθέρως εἰπεῖν ἅ μοι ἐδόκει· καὶ εἶπον κινήσας αὐτόν, Σώκρατες, καθεύδεις; οὐ δῆτα, ἦ δʼ ὅς. οἶσθα οὖν ἅ μοι δέδοκται; τί μάλιστα, ἔφη. σὺ ἐμοὶ δοκεῖς, ἦν δʼ ἐγώ, ἐμοῦ ἐραστὴς ἄξιος γεγονέναι μόνος, καί μοι φαίνῃ ὀκνεῖν μνησθῆναι πρός με. ἐγὼ δὲ οὑτωσὶ ἔχω· πάνυ ἀνόητον ἡγοῦμαι εἶναι σοὶ μὴ οὐ καὶ τοῦτο χαρίζεσθαι καὶ εἴ τι ἄλλο ἢ τῆς οὐσίας τῆς ἐμῆς
Greek · ed. Burnetδέοιο ἢ τῶν φίλων τῶν ἐμῶν. ἐμοὶ μὲν γὰρ οὐδέν ἐστι πρεσβύτερον τοῦ ὡς ὅτι βέλτιστον ἐμὲ γενέσθαι, τούτου δὲ οἶμαί μοι συλλήπτορα οὐδένα κυριώτερον εἶναι σοῦ. ἐγὼ δὴ τοιούτῳ ἀνδρὶ πολὺ μᾶλλον ἂν μὴ χαριζόμενος αἰσχυνοίμην τοὺς φρονίμους, ἢ χαριζόμενος τούς τε πολλοὺς καὶ ἄφρονας. καὶ οὗτος ἀκούσας μάλα εἰρωνικῶς καὶ σφόδρα ἑαυτοῦ τε καὶ εἰωθότως ἔλεξεν ὦ φίλε Ἀλκιβιάδη, κινδυνεύεις τῷ ὄντι οὐ φαῦλος εἶναι, εἴπερ ἀληθῆ τυγχάνει ὄντα ἃ λέγεις
Symposium (Jowett) ¶104 [St. 218e-219b]

have indeed an elevated aim if what you say is true, and if there really is in me any power by which you may become better; truly you must see in me some rare beauty of a kind infinitely higher than any which I see in you. And therefore, if you mean to share with me and to exchange beauty for beauty, you will have greatly the advantage of me; you will gain true beauty in return for appearance - like Diomede, gold in exchange for brass. But look again, sweet friend, and see whether you are not deceived in me. The mind begins to grow critical when the bodily eye fails, and it will be a long time before you get old.' Hearing this, I said: 'I have told you my purpose, which is quite serious, and do you consider what you think best for you and me.' 'That is good,' he said; 'at some other time then we will consider and act as seems best about this and about other matters.' Whereupon, I fancied that he was smitten, and that the words which I had uttered like arrows had wounded him, and so without waiting to hear more I got up, and throwing my coat about him crept under his threadbare cloak, as the time of year was winter, and

Greek · ed. Burnetπερὶ ἐμοῦ, καί τις ἔστʼ ἐν ἐμοὶ δύναμις διʼ ἧς ἂν σὺ γένοιο ἀμείνων· ἀμήχανόν τοι κάλλος ὁρῴης ἂν ἐν ἐμοὶ καὶ τῆς παρὰ σοὶ εὐμορφίας πάμπολυ διαφέρον. εἰ δὴ καθορῶν αὐτὸ κοινώσασθαί τέ μοι ἐπιχειρεῖς καὶ ἀλλάξασθαι κάλλος ἀντὶ κάλλους, οὐκ ὀλίγῳ μου πλεονεκτεῖν διανοῇ, ἀλλʼ ἀντὶ δόξης ἀλήθειαν καλῶν κτᾶσθαι ἐπιχειρεῖς καὶ τῷ
Greek · ed. Burnetὄντι χρύσεα χαλκείων διαμείβεσθαι νοεῖς. ἀλλʼ, ὦ μακάριε, ἄμεινον σκόπει, μή σε λανθάνω οὐδὲν ὤν. ἥ τοι τῆς διανοίας ὄψις ἄρχεται ὀξὺ βλέπειν ὅταν ἡ τῶν ὀμμάτων τῆς ἀκμῆς λήγειν ἐπιχειρῇ· σὺ δὲ τούτων ἔτι πόρρω. κἀγὼ ἀκούσας, τὰ μὲν παρʼ ἐμοῦ, ἔφην, ταῦτά ἐστιν, ὧν οὐδὲν ἄλλως εἴρηται ἢ ὡς διανοοῦμαι· σὺ δὲ αὐτὸς οὕτω βουλεύου ὅτι σοί τε ἄριστον καὶ ἐμοὶ ἡγῇ. ἀλλʼ, ἔφη, τοῦτό γʼ εὖ λέγεις· ἐν γὰρ τῷ ἐπιόντι χρόνῳ
Greek · ed. Burnetβουλευόμενοι πράξομεν ὃ ἂν φαίνηται νῷν περί τε τούτων καὶ περὶ τῶν ἄλλων ἄριστον. ἐγὼ μὲν δὴ ταῦτα ἀκούσας τε καὶ εἰπών, καὶ ἀφεὶς ὥσπερ βέλη, τετρῶσθαι αὐτὸν ᾤμην· καὶ ἀναστάς γε, οὐδʼ ἐπιτρέψας τούτῳ εἰπεῖν οὐδὲν ἔτι, ἀμφιέσας τὸ ἱμάτιον τὸ ἐμαυτοῦ τοῦτον—καὶ γὰρ ἦν χειμών—ὑπὸ τὸν τρίβωνα κατακλινεὶς τὸν τουτουί, περιβαλὼν τὼ χεῖρε τούτῳ τῷ
Symposium (Jowett) ¶105 [St. 219c]

there I lay during the whole night having this wonderful monster in my arms. This again, Socrates, will not be denied by you. And yet, notwithstanding all, he was so superior to my solicitations, so contemptuous and derisive and disdainful of my beauty - which really, as I fancied, had some attractions - hear, O judges; for judges you shall be of the haughty virtue of Socrates - nothing more happened, but in the morning when I awoke (let all the gods and goddesses be my witnesses) I arose as from the couch of a father or an elder brother.

Greek · ed. Burnetδαιμονίῳ ὡς ἀληθῶς καὶ θαυμαστῷ, κατεκείμην τὴν νύκτα ὅλην. καὶ οὐδὲ ταῦτα αὖ, ὦ Σώκρατες, ἐρεῖς ὅτι ψεύδομαι. ποιήσαντος δὲ δὴ ταῦτα ἐμοῦ οὗτος τοσοῦτον περιεγένετό τε καὶ κατεφρόνησεν καὶ κατεγέλασεν τῆς ἐμῆς ὥρας καὶ ὕβρισεν—καὶ περὶ ἐκεῖνό γε ᾤμην τὶ εἶναι, ὦ ἄνδρες δικασταί· δικασταὶ γάρ ἐστε τῆς Σωκράτους ὑπερηφανίας—εὖ γὰρ ἴστε μὰ θεούς, μὰ θεάς, οὐδὲν περιττότερον καταδεδαρθηκὼς